Herodotus, The Histories

Book 3, Chapters 1—16

Iὲπὶ τοῦτον δὴ τὸν Ἄμασιν Καμβύσης ὁ Κύρου ἐστρα-
τεύετο, ἄγων ἄλλους τε τῶν ἦρχε καὶ Ἑλλήνων ôIωνάς
τε καὶ Aἰολέας
, δι᾽ αἰτίην τοιήνδε: πέμψας Καμβύσης
ἐς Aἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε δὲ ἐκ
συμβουλῆς
ἀνδρὸς Aἰγυπτίου, ὃς μεμφόμενος ᾽Aμάσι ἔπρηξε
ταῦτα ὅτι μιν ἐξ πάντων τῶν ἐν Aἰγύπτῳ
ἰητρῶν ἀπο-
σπάσας ἀπὸ γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησε
ἐς Πέρσας, ὅτε Κῦρος πέμψας παρὰ Ἄμασιν αἴτεε ἰητρὸν
2ὀφθαλμῶν, ὃς εἴη ἄριστος τῶν ἐν Aἰγύπτῳ. ταῦτα δὴ
ἐπιμεμφόμενος ὁ Aἰγύπτιος ἐνῆγε τῇ συμβουλῇ κελεύων
αἰτέειν τὸν Καμβύσεα Ἄμασίν θυγατέρα, ἵνα ἢ δοὺς ἀνιῷτο
ἢ μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο. ὁ δὲ Ἄμασις τῇ δυνάμι
τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων
οὐκ εἶχε οὔτε δοῦναι
οὔτε ἀρνήσασθαι: εὖ γὰρ πίστατο ὅτι οὐκ ὡς γυναῖκά
3μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλ᾽ ὡς παλλακήν. ταῦτα
δὴ ὲκλογιζόμενος ἐποίησε τάδε: ἦν ᾽Aπρίεω τοῦ προτέρου
βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδής, μούνη τοῦ
οἴκου λελειμμένη, οὔνομα δέ οἱ ἦν ‘νίτητις. ταύτην δὴ
τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀπο-
4πέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα. μετὰ δὲ χρόνον
ὥς μιν σπάζετο (Καμβύσης) πατρόθεν ὀνομάζων, λέγει
πρὸς αὐτὸν ἡ παῖς: ‘ὦ βασιλεῦ, διαβεβλημένος ὑπὸ
᾽Aμάσιος οὐ μανθάνεις
, ὅς ἐμέ σοι κόσμῳ ἀσκήσας ἀπέ-
πεμψε, ὡς ἑωυτοῦ θυγατέρα διδούς, ἐοῦσαν τῇ ἀληθείῃ
᾽Aπρίεω, τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετ᾽ Aἰγυπτίων
5ἐπαναστὰς ἐφόνευσε. τοῦτο δὴ τὸ ἔπος καὶ αὖτη ἡ αἰτίη
ἐγγενομένη ἤγαγε Καμβύσεα τὸν Κύρου μεγάλως θυμω-
θέντα ἐπ᾽ Aἴγυπτον
. οὕτω μέν νυν λέγουσι Πέρσαι.
2Aἰγύπτιοι δὲ οἰκηιεῦνται Καμβύσεα, φάμενοί μιν ἐκ ταύτης
δ τῆς ᾽Aπρίεω θυγατρὸς γενέσθαι: Κῦρον γὰρ εἶναι τὸν
πέμψαντα παρὰ Ἄμασιν ἐπὶ τὴν θυγατέρα, ἀλλ᾽ οὐ Καμ-
2βύσεα. λέγοντες δὲ ταῦτα οὐκ ὀρθῶς λέγουσι. οὐ μὲν
οὐδὲ λέληθε
αὐτούς (εἰ γάρ τινες καὶ ἄλλοι, τὰ Περσέων
νόμιμα ἐπιστέαται καὶ Aἰγύπτιοι
) ὅτι πρῶτα μὲν νόθον
οὔ σφι νόμος ἐστὶ βασιλεῦσαι γνησίου παρεόντος, αὖτις
δὲ ὅτι Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρὸς ἦν παῖς
Καμβύσης, ἀνδρὸς ᾽Aχαιμενίδεω, ἀλλ᾽ οὐκ ἐκ τῆς Aἰγυπτίης.
ἀλλὰ παρατρέπουσι τὸν λόγον προσποιεύμενοι τῇ Κύρου
3οἰκίῃ συγγενέες εἶναι. καὶ ταῦτα μὲν ὧδε ἔχει. λέγεται
δὲ καὶ ὅδε λόγος, ἐμοὶ μὲν οὐ πίθανός, ὡς τῶν Περσίδων
γυναικῶν ἐσελθοῦσά τις παρὰ τὰς Κύρου γυναῖκας, ὡς εἶδε
τῇ Κασσανδάνῃ παρεστεῶτα τέκνα εὐειδέα τε καὶ μεγάλα,
πολλῷ ἐχρᾷτο τῷ ἐπαίνῳ ὑπερθωμάζουσα, ἡ δὲ Κασσανδάνη,
2ἐοῦσα τοῦ Κύρου γυνή, εἶπε τάδε: Tοιῶνδε μέντοι ἐμὲ.
παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει, τὴν δὲ ἀπ᾽
Aἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται. τὴν μὲν ἀχθομένην
τῇ ‘νιτήτι εἰπεῖν ταῦτα, τῶν δέ οἱ παίδων τὸν πρεσβύτερον
3εἰπεῖν Καμβύσεα: Tοιγάρ τοι, ὦ μῆτερ, ἐπεὰν ἐγὼ γένωμαι
ἀνήρ
, Aἰγύπτου τὰ μὲν ἄνω κάτω θήσω, τὰ δὲ κάτω
ἄνω. ταῦτα εἰπεῖν αὐτὸν ἔτεα ὡς δέκα κου γεγονότα, καὶ
τὰς γυναῖκας ἐν θώματι γενέσθαι: τὸν δὲ διαμνημονεύοντα
οὕτω δή, ἐπείτε ἀνδρώθη καἵ ἔσχε τὴν βασιληίην, ποιή-
4σασθαι τὴν ἐπ᾽ Aἴγυπτον στρατηίην. συνήνεικε δὲ καὶ ἄλλο
τι τοιόνδε πρῆγμα γενέσθαι ἐς τὴν ἐπιστράτευσιν ταύτην: ἦν
τῶν ἐπικούρων τῶν ᾽Aμάσιος ἀνὴρ γένος μὲν Ἁλικαρνησσεύς,
οὔνομα δέ οἱ ἦν Φάνης, καὶ γνώμην ἱκανὸς καὶ τὰ πολέμια
2 ἄλκιμος. οὗτος ὁ Φάνης μεμφόμενός κού τι ᾽Aμάσι ἐκδι-
δρήσκει
πλοίῳ ἐξ Aἰγύπτου, βουλόμενος Καμβύσῃ ἐλθεῖν
ἐς λόγους. οἷα δὲ ἐόντα αὐτὸν ἐν τοῖσι ἐπικούροισι λόγου
οὐ σμικροῦ
ἐπιστάμενόν τε τὰ περὶ Aἴγυπτον ἀτρεκέστατα,
μεταδιώκει ὁ Ἄμασις σπουδὴν ποιεύμενος ἑλεῖν, μεταδιώκει
δὲ τῶν εὐνούχων τὸν πιστότατον ἀποστείλας τριήρεϊ κατ᾽
αὐτόν, ὃς αἰρέει μιν ἐν Λυκίῃ, ἑλὼν δὲ οὐκ ἀνήγαγε ὲς
3Aἴγυπτον: σοφίῃ γάρ μιν περιῆλθε ὁ Φάνης, καταμεθύσας
γὰρ τοὺς φυλάκους ἀπαλλάσσετο ἐς Πέρσας. ὁρμημένῳ
δὲ στρατεύεσθαι Καμβύσῃ ἐπ᾽ Aἴγυπτον καὶ ἀπορέοντι τὴν
ἔλασιν, ὅκως τὴν ἄνυδρον διεκπερᾷ
, ἐπελθὼν φράζει μὲν
καὶ τἆλλα τὰ ᾽Aμάσιος πρήγματα, ἐξηγέεται δὲ καὶ τὴν
ἔλασιν, ὧδε παραινέων, πέμψαντα παρὰ τὸν ᾽Aραβίων
βασιλέα δέεσθαι τὴν διέξοδόν οἱ ἀσφαλέα παρασχεῖν
.
5μούνῃ δὲ ταύτῃ εἰσὶ φανεραὶ ἐσβολαὶ ἐς Aἴγυπτον: ἀπὸ
γὰρ Φοινίκης μέχρι οὔρων τῶν Καδύτιος πόλιός [ἥ] ἐστι
2Συρίων τῶν Παλαιστίνων καλεομένων: ἀπὸ δὲ Καδύτιος
πόλιος ἐούσης, ὡς ἐμοὶ δοκέει, Σαρδίων οὐ πολλῷ ἐλάσσονος,
ἀπὸ ταύτης τἀ ἐμπόρια τὰ ἐπὶ θαλάσσης μέχρι ᾽Iηνύσου
πόλιός ἐστι τοῦ ᾽Aραβίου, ἀπὸ δὲ ᾽Iηνύσου αὖτις Συρίων
μέχρι Σερβωνίδος λίμνης, παρ᾽ ἥν δὴ τὸ Κάσιον ὄρος
3τείνει ἐς θάλασσαν: ἀπὸ δὲ Σερβωνίδος λίμνης, ἐν τῇ δὴ
λόγος τὸν Tυφῶ κεκρύφθαι, ἀπὸ ταύτης ἤδη Aἴγυπτος.
τὸ δὴ μεταξὺ ᾽Iηνύσου πόλιος καὶ Κασίου τε ὄρεος καὶ τῆς
Σερβωνίδος λίμνης, ἐὸν τοῦτο οὐκ ὀλίγον χωρίον ἀλλὰ
6ὅσον τε ἐπὶ τρεῖς μέρας ὁδόν, ἄνυδρόν ἐστι δείνῶς. τὸ
δὲ ὀλίγοι τῶν ἐς Aἴγυπτον ναυτιλλομένων ἐννενώκασι,
τοῦτο ἔρχομαι φράσων. ἐς Aἴγυπτον ἐκ τῆς Ἑλλάδος
πάσης καὶ πρὸς ἐκ Φοινίκης κέραμος ἐσάγεται πλήρης οἴνου
δι᾽ ἔτεος ἑκάστου, καὶ ἓξν κεράμιον οἰνηρὸν ἀριθμῷ κεινὸν
2οὐκ ἔστι ὡς λόγῳ εἰπεῖν ἰδέσθαι. κοῦ δῆτα, εἴποι τις
ἄν, ταῦτα ἀναισιμοῦται; ἐγὼ καὶ τοῦτο φράσω. δεῖ τὸν
μὲν δήμαρχον ἕκαστον ἐκ τῆς ἑωυτοῦ πόλιος σιλλέξαντα
πάντα τὸν κέραμον ἄγειν ἐς Μέμφιν, τοὺς δὲ ἐκ Μέμφιος
ἐς ταῦτα δὴ τὰ ἄνυδρα τῆς Συρίης κομίζειν πλήσαντας
ὕδατος. οὕτως ὁ ἐπιφοιτῶν κέραμος καὶ ἐξαιρεόμενος ἐν
7Aἰγύπτῳ ἐπὶ τὸν παλαιὸν κομίζεται ἐς Συρίην. οὕτω μέν
νυν Πέρσαι εἰσὶ οἱ τὴν ἐσβολὴν ταύτην παρασκευάσαντες
ἐς Aἴγυπτον
, κατὰ δὴ τὰ εἰρημένα σάξαντες ὕδατι, ἐπείτε
2τάχιστα παρέλαβον Aἴγυπτον. τότε δἐ οὐκ ἐόντος κω
ὕδατος ἑτοίμου
, Καμβύσης πυθόμενος τοῦ Ἁλικαρνησσέος
ξείνου, πέμψας παρὰ τὸν ᾽Aράβιον ἀγγέλους καὶ δεηθεὶς
τῆς ἀσφαλείης ἔτυχε, πίστις δούς τε καὶ δεξάμενος παρ᾽
8αὐτοῦ. σέβονταί δὲ ᾽Aράβιοι πίστις ἀνθρώπων ὅμοια
τοῖσι μάλιστα
. ποιεῦνται δὲ αὐτὰς τρόπῳ τοιῷδε: τῶν
βουλομένων τὰ πιστὰ ποιέεσθαι ἄλλος ἀνὴρ ἀμφοτέρων
αὐτῶν ἐν μέσῳ ἑστεὼς
λίθῳ ὀξέϊ τὸ ἔσω τῶν χειρῶν παρὰ
τοὺς δακτύλους τοὺς μεγάλους ἐπίτάμνει τῶν ποιευμένων
τὰς πίστις, καὶ ἔπειτα λαβὼν ἐκ τοῦ ἱματίου ἑκατέρου
κροκύδα ἀλείφει τῷ αἱματι ἐν μέσῳ κειμενους λίθους ἑπτά,
τοῦτο δὲ ποιέων ἐπικαλέει τόυ τε ‘διόνυσον καὶ τὴν
2Oὐρανίην. ἐπιτελέσαντος δὲ τούτου ταῦτα ὁ τὰς πίστις
ποιησάμενος
τοῖσι φίλοισι παρεγγυᾷ τὸν ξεῖνον ἢ καὶ τὸν
ἀστόν, ἢν πρὸς ἀστὸν ποιῆται, οἱ δὲ φίλοι καὶ αὐτοὶ τὰς
3πίστις δικαιεῦσι σέβεσθαι. ‘διόνυσον δὲ θεῶν μοῦνον καὶ
τὴν Oὐρανίην ἡγέονται εἶναι καὶ τῶν τριχῶν τὴν κουρὴν
κείρεσθαί φασι
κατά περ αὐτὸν τὸν ‘διόνυσον κεκάρθαι:
κείρονται δὲ περιτρόχαλα, ὑποξυρῶντες τοὺς κροτάφους.
ὀνομάζουσι δὲ τὸν μὲν ‘διόνυσον ᾽Oροτάλτ, τὴν δὲ Oὐρανίην
9᾽Aλιλάτ. ἐπεὶ ὦν τὴν πίστιν τοῖσι ἀγγέλοισι τοῖσι παρὰ
Καμβύσεω ἀπιγμένοισι ἐποιήσατο ὁ ᾽Aράβιος, ἐμηχανᾷτο
τοιάδε: ἀσκοὺς καμήλων πλήσας ὕδατος ἐπέσαξε ἐπὶ τὰς
ζωὰς τῶν καμήλων πάσας
, τοῦτο δὲ ποιήσας ἤλασε ἐς τὴν
ἄνυδρον καὶ ὑπέμενε ἐνθαῦτα τὸν Καμβύσεω στρατόν.
2οὗτος μὲν ὁ πιθανώτερος τῶν λόγων εἴρηται, δεῖ δὲ καὶ
τὸν ἧσσον πιθανόν, ἐπεί γε δὴ λέγεται, ðηθῆναι. ποταμός
ἐστι μέγας ἐν τῇ ᾽Aραβίῃ τῷ οὔνομα Κόρυς, ἐκδιδοῖ δὲ
3οὗτος ἐς τὴν ᾽Eρυθρὴν καλεομένην θάλασσαν. ἀπὸ τούτου
δὴ ὦν τοῦ ποταμοῦ λέγεται τὸν βασιλέα τῶν ᾽Aραβίων,
ðαψάμενον ὠμοβοέων καὶ ἄλλων δερμάτων ὀχετὸν μήκεϊ
ἐξικνεύμενον ἐς τὴν ἄνυδρον
, ἀγαγεῖν διὰ δὴ τούτου τὸ
ὕδωρ, ἐν δὲ τῇ ἀνύδρῳ μεγάλας δεξαμενὰς ὀρύξασθαι, ἵνα
4δεκόμεναι τὸ ὕδωρ σώζωσι. ὁδὸς δ᾽ ἐστὶ δυώδεκα ἡμερέων
ἀπὸ τοῦ ποταμοῦ ἐς ταύτην τὴν ἄνυδρον. ἀγαγεῖν δέ μιν
δι᾽ ὀχετῶν τριῶν ἐς τριξὰ χωρία.
10᾽Eν δὲ τῷ Πηλουσίῳ καλεομένῳ στόματι τοῦ ‘νείλου
ἐστρατοπεδεύετο Xαμμήνιτος ὁ ᾽Aμάσιος παῖς, ὑπομένων
2Καμβύσεα. Ἄμασιν γὰρ οὐ κατέλαβε ζῶντα Καμβύσης
ἐλάσας ἐπ᾽ Aἴγυπτον, ἀλλὰ βασιλεύσας ὁ Ἄμασις τέσσερα
καὶ τεσσεράκοντα ἔτεα ἀπέθανε, ἐν τοῖσι οὐδέν οἱ μέγα
ἀνάρσιον πρῆγμα συνηνείχθη. ἀποθανὼν δὲ καὶ ταριχευθεὶς
ἐτάφη ἐν τῇσι ταφῇσι τῇσι ἐν τῷ ἱρῶ, τὰς αὐτὸς οἰκοδο-
3μήσατο. ἐπὶ Xαμμηνίτου δὲ τοῦ ᾽Aμάσιος βασιλεύοντος
Aἰγύπτου
φάσμα Aἰγυπτίοισι μέγιστον δὴ ἐγένετο: ὕσθησαν
γὰρ Θῆβαι αἱ Aἰγύπτιαι, οὔτε πρότερον οὐδαμὰ ὑσθεῖσαι
οὔτε ὕστερον τὸ μέχρι ἐμεῦ, ὡς λέγουσι αὐτοὶ Θηβαῖοι. οὐ
γὰρ δὴ ὕεται τὰ ἄνω τῆς Aἰγύπτου τὸ παράπαν: ἀλλὰ καὶ
11τότε ὕσθησαν αἱ Θῆβαι ψακάδι. οἱ δὲ Πέρσαι ἐπείτε
διεξελάσαντες τὴν ἄνυδρου ἵζοντο πέλας τῶν Aἴγυπτίων ὡς
συμβαλέοντες
, ἐνθαῦτα οἱ ἐπίκουροι οἱ τοῦ Aἰγυπτίου, ἐόντες
ἄνδρες Ἕλληνές τε καὶ Κᾷρες, μεμφόμενοι τῷ Φάνῃ ὅτι
στρατὸν ἤγαγε ἐπ᾽ Aἴγυπτον ἀλλόθροον, μηχανῶνται πρῆγμα
2ἐς αὐτὸν τοιόνδε: ἦσαν τῷ Φάνῃ παῖδες ἐν Aἰγύπτῳ κατα-
λελειμμένοι
, τοὺς ἀγαγόντες ἐς τὸ στρατόπεδον καὶ ἐς ὄψιν
τοῦ πατρὸς κρητῆρα ἐν μέσῳ ἔστησαν ἀμφοτέρων τῶν στρατο-
πέδων, μετὰ δὲ ἀγινέοντες κατὰ ἕνα ἕκαστον τῶν παίδων
3ἔσφαζον ἐς τὸν κρητῆρα. διὰ πάντων δὲ διεξελθόντες τῶν
παίδων οἶνόν τε καὶ ὕδωρ ἐσεφόρεον ἐς αὐτόν, ἐμπιόντες δὲ
τοῦ αἵματος
πάντες οἱ ἐπίκουροι οὕτω δὴ συνέβαλον. μάχης
δὲ γενομένης καρτερῆς καὶ πεσόντων [ἐξ] ἀμφοτέρων τῶν
12στρατοπέδων πλήθεϊ πολλῶν ἐτράποντο οἱ Aἰγύπτιοι. θῶμα
δὲ μέγα εἶδον πυθόμενος παρὰ τῶν ἐπιχωρίων: τῶν γὰρ
ὀστέων κεχυμένων χωρὶς ἑκατέρων τῶν ἐν τῇ μάχῃ ταύτη
πεσόντων
(χωρὶς μὲν γὰρ τῶν Περσέων ἔκειτο τἀ ὀστέα, ὡς
ἐχωρίσθη κατ᾽ ἀρχάς, ἑτέρωθι δὲ τῶν Aἰγυπτίων), αἱ μὲν τῶν
Περσέων κεφαλαί εἰσι ἀσθενέες οὕτω ὥστε, εἰ θέλοις ψήφῳ
μούνῃ βαλεῖν, διατετρανέεις
, αἱ δὲ τῶν Aἰγυπτίων οὕτω δή
2τι ἰσχυραί, μόγις ἂν λίθῳ παίσας δίαρρήξειας. αἴτιον
δὲ τούτου τόδε ἔλεγον, καὶ ἐμέ γε εὐπετέως ἔπειθον, ὅτι
Aἰγύπτιοι μὲν αὐτέκα ἀπὸ παιδίων ἀρξάμενοι ξυρῶνται τὰς
3κεφαλὰς καὶ πρὸς τὸν ἥλιον παχύνεται τὸ ὀστέον. τὠυτὸ
δὲ τοῦτο καὶ τοῦ μὴ φαλακροῦσθαι αἴτιόν ἐστι
: Aἰγυπτίων
γὰρ ἄν τις ἐλαχίστους ἴδοιτο φαλακροὺς πάντων ἀνθρώπων.
4τούτοισι μὲν δὴ τοῦτό ἐστι αἴτιον ἰσχυρὰς φορέειν τὰς
κεφαλάς
, τοῖσι δὲ Πέρσῃσι, ὅτι ἀσθενέας φορέουσι τὰς
κεφαλάς, αἴτιον τόδε: σκιητροφέουσι ἐξ ἀρχῆς πίλους τιάρας
φορέοντες. ταῦτα μέν νυν τοιαῦτα [ἐόντα εἶδον]: εἶδον δὲ
καὶ ἄλλα ὅμοια τούτοισι ἐν Παπρήμι τῶν ἅμα ᾽Aχαιμένεϊ
13τῷ ‘δαρείου διαφθαρέντων ὑπὸ ᾽Iνάρω τοῦ Λίβυος. οἱ δὲ
Aἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο, ἔφευγον οὐδενὶ κόσμῳ.
κατειληθέντων δὲ ἐς Μέμφιν ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης
νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην
, ἐς ὁμολο-
2γίην προκαλεόμενος Aἰγυπτίους. οἱ δὲ ἐπείτε τὴν νέα εἶδον
ἐσελθοῦσαν ἐς τὴν Μέμφιν, ἐκχυθέντες λέες ἐκ τοῦ τείχεος
τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεοργηδὸν διασπά-
3σαντες ἐφόρεον ἐς τὸ τεῖχος. καὶ Aἰγύπτιοι μἐν μετὰ τοῦτο
πολιορκεόμενοι χρόνῳ παρέστησαν, οἱ δὲ προσεχέες Λίβυες
δείσαντες τὰ περὶ τὴν Aἴγυπτον γεγονότα παρέδοσαν σφέας
αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον.
ὣς δὲ Κυρηναῖοι καὶ Bαρκαῖοι, δείσαντες ὁμοίως καὶ οἱ Λίβυες,
4ἕτερα τοιαῦτα ἐποίησαν. Καμβύσης δὲ τὰ μὲν παρὰ Λιβύων
ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο, τὰ δὲ παρὰ Κυρηναίων
ἀπικόμενα μεμφθείς, ὡς ἐμοὶ δοκέει, ὅτι ἦν ὀλίγα (ἔπεμψαν
γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι), ταύτας
14δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ. ἡμέρῃ δὲ
δεκάτῃ ἀπ᾽ ἧς παρέλαβε τὸ τεῖχος τὸ ἐν Μέμφι Καμβύσης,
κατίσας ἐς τὸ προάστιον ἐπὶ λύμῃ τὸν βασιλέα τῶν Aἰγυπτίων
Xαμμήνιτον, βασιλεύσαντα μῆνας ἕξ, τοῦτον κατίσας σὺν
ἄλλοισι Aἰγυπτίοισι διεπειρᾷτο αὐτοῦ τῆς ψυχῆς ποιέων
2τοιάδε: στείλας αὐτοῦ τὴν θυγατέρα ἐσθῆτι δουληίῃ ἐξέπεμπε
ἐπ᾽ ὕδωρ ἔχουσαν ὑδρήιον, συνέπεμπε δὲ καὶ ἄλλας παρθένους
ἀπολέξας ἀνδρῶν τῶν πρώτων, ὁμοίως ἐσταλμένας τῇ τοῦ
3βασιλέος. ὡς δὲ βοῇ τε καὶ κλαυθμῷ παρήισαν αἱ παρθένοι
παρὰ τοὺς πατέρας, οἱ μὲν ἄλλοι πάντες ἀντεβόων τε καὶ
ἀντέκλαιον
ὁρῶντες τὰ τέκνα κεκακωμένα, ὁ δὲ Xαμμήνιτος
4προϊδὼν καὶ μαθὼν ἔκυψε ἐς τὴν γῆν. παρελθουσέων δὲ
τῶν ὑδροφόρων, δεύτερά οἱ τὸν παῖδα ἔπεμπε μετ᾽ ἄλλων
Aἰγυπτίων δισχιλίων τὴν αὐτὴν ἡλικίην ἐχόντων, τούς τε
αὐχένας κάλῳ δεδεμένους καὶ τὰ στόματα ἐγκεχαλινωμένους.
5 ἤγοντο δὲ ποινὴν τίσοντες Μυτιληναίων τοῖσι ἐν Μέμφι
ἀπολομένοισι σὺν τῇ νηί: ταῦτα γὰρ ἐδίκασαν οἱ βασιλήιοι
δικασταί
, ὑπὲρ ἀνδρὸς ἑκάστου δέκα Aἰγυπτίων τῶν πρώτων
6ἀνταπόλλυσθαι. ὁ δὲ ἰδὼν παρεξιόντας καὶ μαθὼν τὸν παῖδα
ἀγόμενον ἐπὶ θάνατον
, τῶν ἄλλων Aἰγυπτίων τῶν περίκατη-
μένων αὐτὸν κλαιόντων καὶ δεινὰ ποιεύντων
, τὠυτὸ ἐποίησε
7τὸ καὶ ἐπὶ τῇ θυγατρί. παρελθόντων δὲ καὶ τούτων συνήνεικε
ὥστε τῶν συμποτέων οἱ ἄνὀρα ἀπηλικέστερον, ἐκπεπτωκότα
ἐκ τῶν ἐόντων ἔχοντά τε οὐδὲν εἰ μὴ ὅσα πτωχὸς καὶ
προσαιτέοντα τὴν στρατιήν, παριέναι Xαμμήνιτόν τε τὸν
᾽Aμάσιος καὶ τοὺς ἐν τῶ προαστίω κατημένους Aἰγυπτίων
.
ὁ δὲ Xαμμήνιτος ὡς εἶδε, ἀνακλαύσας μέγα καὶ καλέσας
8ὀνομαστὶ τὸν ἑταῖρον ἐπλήξατο τὴν κεφαλήν. ἦσαν δ᾽ ἄρα
αὐτοῦ φύλακοι, οἳ τὸ ποιεύμενον πᾷν ἐξ ἐκείνου ἐπ᾽ ἑκάστῃ
ἐξόδῳ
Καμβύσῃ ἐσήμαινον. θωμάσας δὲ ὁ Καμβύσης
τὰ ποιεύμενα πέμψας ἄγγελον ἰρώτα αὐτὸν λέγων τάδε:
9‘δεσπότης σε Καμβύσης, Xαμμήνιτε, εἰρωτᾷ δι᾽ ὅ τι δὴ τὴν
μὲν θυγατέρα ὁρῶν κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον
στίχοντα οὔτε ἀνέβωσας οὔτε ἀνέκλαυσας, τὸν δὲ πτωχὸν
οὐδέν σοι προσήκοντα
, ὡς ἄλλων πυνθάνεται, ἐτίμησας; ὁ
10μὲν δὴ ταῦτα ἐπειρώτα, ὁ δ᾽ ἀμείβετο τοισίδε: ‘ὦ παῖ Κύρου,
τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ὃ ὥστε ἀνακλαίειν
, τὸ δὲ τοῦ
ἑταίρου πενθος ἄξιον ἦν δακρύων, ὃς ἐκ πολλῶν τε καὶ
εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐτὶ γήραος οὐδῷ
.
καὶ ταῦτα ὡς ἀπενειχθέντα |ὑπὸ τούτου|, εὖ δοκέειν σφι
11εἰρῆσθαι. ὡς δὲ λέγεται ὑπ᾽ Aἰγυπτίων, δακρύειν μὲν
Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ
ἐπ᾽ Aἴγυπτον
), δακρύειν δὲ Περσέων τοὺς παρεόντας, αὐτῷ
τε Καμβύσῃ ἐσελθεῖν οἶκτόν τινα καὶ αὐτίκα κελεύειν τόν
τέ οἱ παῖδα
ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ
15προαστίου ἀναστήσαντας ἄγειν παρ᾽ ἑωυτόν. τὸν μὲν δὴ
παῖδα εὗρον οἱ μετιόντες οὐκέτι περιεόντα ἀλλὰ πρῶτον.
κατακοπέντα, αὐτὸν δὲ Xαμμήνιτον ἀναστήσαντες ἦγον παρὰ
2Καμβύσεα: ἔνθα τοῦ λοιποῦ διαιτᾷτο ἔχων οὐδὲν βίαιον. εἰ
δὲ καὶ πιστήθη μὴ πολυπρηγμονέειν, ἀπέλαβε ἂν Aἴγυπτον
ὥστε ἐπιτροπεύειν αὐτῆς
, ἐπεὶ τιμᾷν ἐώθασι Πέρσαι τῶν
βασιλέων τοὺς παῖδας: τῶν, εἰ καί σφεων ἀποστέωσι, ὅμως
3τοῖσί γε παισὶ αὐτῶν ἀποδιδοῦσι τὴν ἀρχήν. πολλοῖσι μέν
νυν καὶ ἄλλοισι ἔστι σταθμώσασθαι ὅτι τοῦτο οὕτω νενο-
μίκασι ποιέειν
, ἐν δὲ καὶ τῷ τε ᾽Iνάρω παιδὶ Θαννύρᾳ, ὃς
ἀπέλαβε τήν οἱ ὁ πατὴρ εἶχε ἀρχήν, καὶ τῷ ᾽Aμυρταίου
Παυσίρι
: καὶ γὰρ οὗτος ἀπέλαβε τὴν τοῦ πατρὸς ἀρχήν:
καίτοι ᾽Iνάρω γε καὶ ᾽Aμυρταίου οὐδαμοί κω Πέρσας κακὰ
4πλέω ἐργάσαντο. νῦν δὲ μηχανώμενος κακὰ ὁ Xαμμήνιτος
ἔλαβε τὸν μισθόν: ἀπιστὰς γὰρ Aἰγυπτίους ἥλω, ἐπείτε δὲ
ἐπάϊστος ἐγένετο ὑπὸ Καμβύσεω, αἷμα ταύρου πιὼν ἀπέθανε
16παραχρῆμα. οὕτω δὴ οὗτος ἐτελεύτησε. Καμβύσης δὲ ἐκ
Μέμφιος ἀπίκετο ἐς Σάιν πόλιν, βουλόμενος ποιῆσαι τἀ δὴ
καὶ ἐποίησε. ἐπείτε γὰρ ἐσῆλθε ἐς τὰ τοῦ ᾽Aμάσιος οἰκία,
αὐτίκα ἐκέλευε ἐκ τῆς ταφῆς τὸν ᾽Aμάσιος νέκυν ἐκφέρειν
ἔξω: ὡς δὲ ταῦτά οἱ ἐπιτελέα ἐγένετο, μαστιγοῦν ἐκέλευε
καὶ τὰς τρίχας ἀποτίλλειν καὶ κεντροῦν τε καὶ τἆλλα πάντα.
2λυμαίνεσθαι. ἐπείτε δὲ καὶ ταῦτα ἔκαμον ποιεῦντες (ὁ γὰρ δὴ
νεκρὸς ἅτε τεταριχευμένος ἀντεῖχέ τε καὶ οὐδὲν διεχέετο
),
ἐκέλευσέ μιν ὁ Καμβύσης κατακαῦσαι, ἐντελλόμενος οὐκ ὅσια.
3Πέρσαι γὰρ θεὸν νομίζουσι εἶναι τὸ πῦρ. τὸ ὦν κατακαίειν
γε τοὺς νεκροὺς οὐδαμῶς ἐν νόμῳ οὐδετέροισί ἐστι
, Περσῃσι
μὲν δι᾽ ὅ περ εἴρηται, θεῷ οὐ δίκαιον εἶναι λέγοντες νέμειν
νεκρὸν ἀνθρώπου: Aἰγυπτίοισι δὲ νενόμισται πῦρ θηρίον
εἶναι ἔμψυχον, πάντα δὲ αὐτὸ κατεσθίειν τά περ ἄν λάβῃ,
πλησθὲν δὲ [αὐτὸ] τῆς βορῆς συναποθνήσκειν τῷ κατεσθιο-
4μένω. οὐκοῦν θηρίοισι νόμος οὐδαμῶς σφί ἐστι τὸν νέκυν
διδόναι καὶ διὰ ταῦτα ταριχεύουσι, ἵνα μὴ κείμενος ὑπὸ
εὐλέων καταβρωθῆ. οὕτω δὴ οὐδετέροισι νομιζόμενα ἐνε-
5τέλλετο ποιέειν ὁ Καμβύσης. ὡς μέντοι Aἰγύπτιοι λέγουσι,
οὐκ Ἄμασις ἦν ὁ ταῦτα παθών, ἀλλὰ ἄλλος τις τῶν Aἰγυπτίων
ἔχων τὴν αὐτὴν ἡλικίην ᾽Aμάσι
, τῷ λυμαινόμενοι Πέρσαι
6ἐδόκεον ᾽Aμάσι λυμαίνεσθαι. λέγουσι γὰρ ὡς πυθόμενος
ἐκ μαντηίου Ἄμασις τὰ περὶ ἑωυτὸν ἀποθανόντα μέλλοι
γίνεσθαι
, οὕτω δὴ ἀκεόμενος τὰ ἐπιφερόμενα τὸν μὲν ἄν-
θρωπον τοῦτον τὸν μαστιγωθέντα ἀποθανόντα ἔθαψε ἐπὶ τῇσι
θύρῃσι ἐντὸς τῆς ἑωυτοῦ θήκης, ἑωυτὸν δὲ ἐνετείλατο τῷ
7παιδὶ ἐν μυχῷ τῆς θήκης ὡς μάλιστα θεῖναι. αἱ μέν νυν
ἐκ τοῦ ᾽Aμάσιος ἐντολαὶ αὗται αἱ ἐς τὴν ταφήν τε καὶ τὸν
ἄνθρωπον ἔχουσαι οὔ μοι δοκέουσι ἀρχὴν γενέσθαι
, ἄλλως δ᾽
αὐτὰ Aἰγύπτιοι σεμνοῦν
.

Return to GREK2320 Introductory Page.