Herodotus, The Histories

Book 3, Chapters 17—38

17Μετὰ δὲ ταῦτα ὁ Καμβύσης ἐβουλεύσατο τριφασίας
στρατηίας, ἐπί τε Καρχηδονίους καὶ ἐπὶ ᾽Aμμωνίους καὶ
ἐπὶ τοὺς μακροβίους Aἰθίοπας, οἰκημένους δὲ Λιβύης ἐπὶ
2τῇ νοτίῃ θαλάσσῃ. βουλευομένῳ δέ οἱ ἔδοξε ἐπὶ μὶν
Καρχηδονίους τὸν ναυτικὸν στρατὸν ἀποστέλλειν, ἐπὶ δὲ
᾽Aμμωνίους τοῦ πεζοῦ ἀποκρίναντα
, ἐπὶ δὲ τοὺς Aἰθίοπας
κατόπτας πρῶτον, ὀψομένους τε τὴν ἐν τούτοισι τοῖσι
Aἰθίοψι λεγομένην εἶναι ἡλίου τράπεζαν εἰ ἔστι ἀληθέως
,
καὶ πρὸς ταύτῃ τὰ ἄλλα κατοψομένους, δῶρα δὲ τῷ λόγῳ
18φέροντας τῷ βασιλέϊ αὐτῶν. ἡ δὲ τράπεζα τοῦ ἡλίου τοιήδε
τις λέγεται εἶναι: λειμών ἐστι ἐν τῶ προαστίῳ ἐπίπλεος
κρεῶν ἑφθῶν πάντων τῶν τετραπόδων, ἐς τὸν τὰς μὲν
νύκτας ἐπιτηδεύοντας τίθεναι τὰ κρέα τοὺς ἐν τέλεϊ ἑκάστους
ἐόντας τῶν ἀστῶν, τὰς δὲ ἡμέρας δαίνυσθαι προσιόντα τὸν
βουλόμενον
: φάναι δὲ τοὺς ἐπιχωρίους ταῦτα τὴν γῆν αὐτὴν
ἀναδιδόναι ἑκάστοτε
. ἡ μὲν δὴ τράπεζα τοῦ ἡλίου καλεο-
19μένη λέγεται εἶναι τοιήδε. Καμβύσῃ δὲ ὡς ἔδοξε πέμπειν
τοὺς κατασκόπους, αὐτίκα μετεπέμπετο ἐξ ᾽Eλεφαντίνης
πόλιος τῶν ᾽Iχθυοφάγων ἀνδρῶν τοὺς ἐπισταμένους τὴν
2Aἰθιοπίδα γλῶσσαν. ἐν ᾧ δὲ τούτους μετήισαν, ἐν τούτῳ
ἐκέλευε ἐπὶ τὴν Καρχηδόνα πλέειν τὸν ναυτικὸν στρατόν.
Φοίνικες δὲ οὐκ ἔφασαν ποιήσειν ταῦτα: ὁρκίοισί τε γὰρ
μεγάλοισι ἐνδεδέσθαι καὶ οὐκ ἂν ποιέειν ὅσια ἐπὶ τοὺς παῖδας
τοὺς ἑωυτῶν
στρατευόμενοι. Φοινίκων δὲ οὐ βουλομένων
3οἱ λοιποὶ οὐκ ἀξιόμαχοι ἐγίνοντο. Καρχηδόνιοι μέν νυν
οὕτω δουλοσύνην διέφυγον πρὸς Περσέων. Καμβύσης γὰρ
βίην οὐκ ἐδικαίου προσφέρειν Φοίνιξι
, ὅτι σφέας τε αὐτοὺς
ἐδεδώκεσαν Πέρσῃσι καὶ πᾷς ἐκ Φοινίκων ἤρτητο ὁ ναυτικὸς
στρατός. δόντες δὲ καὶ Κύπριοι σφέας αὐτοὺς Πέρσῃσι
20ἐστρατεύοντο ἐπ᾽ Aἴγυπτον. ἐπείτε δὲ τῷ Καμβύσῃ ἐκ τῆς
᾽Eλεφαντίνης ἀπίκοντο οἱ ôIχθυοφάγοι, ἔπεμπε αὐτοὺς ἐς
τοὺς Aἰθίοπας ἐντειλάμενός τε τὰ λέγείν χρῆν καὶ δῶρα
φέροντας
πορφύρεόν τε εἷμα καὶ χρύσεον στρεπτὸν περίαυ-
χένιον
καὶ ψέλια καὶ μύρου ἀλάβαστρον καὶ φοίνικηίου
οἴνου κάδον. οἱ δὲ Aἰθίοπες οὗτοι ἐς τοὺς ἀπέπεμπε ὁ
Καμβύσης λέγονται εἶναι μέγιστοι καὶ κάλλιστοι ἀνθρώπων
2πάντων. νόμοισι δὲ καὶ ἄλλοισι χρᾷσθαι αὐτούς φασι
κεχωρισμένοισι τῶν ἄλλων ἀνθρώπων
καὶ δὴ καὶ κατὰ τὴν
21βασιληίην τοιῷδε: τὸν ἂν τῶν ἀστῶν κρίνωσι μέγιστόν τε
εἶναι καὶ κατὰ τὸ μέγαθος ἔχειν τὴν ἰσχύν, τοῦτον ἀξιοῦσι
βασιλεύειν. ἐς τούτους δὴ ὦν τοὺς ἄνδρας ὡς ἀπίκοντο οἱ
᾽Iχθυοφάγοι, διδόντες τὰ δῶρα τῷ βασιλέϊ αὐτῶν ἔλεγον
τάδε: Bασιλεὺς ὁ Περσέων Καμβύσης, βουλόμενος φίλος
καὶ ξεῖνός τοι γενέσθαι, ἡμέας τε ἀπέπεμψε ἐς λόγους τοι
ἐλθεῖν κελεύων καὶ δῶρα ταῦτά τοι διδοῖ τοῖσι καὶ αὐτὸς
2μάλιστα ἥδεται χρεώμενος. ὁ δὲ Aἰθίοψ μαθὼν ὅτι κατόπται
ἥκοιεν
, λέγει πρὸς αὐτοὺς τοιάδε: Oὔτε ὁ Περσέων βασιλεὺς
δῶρα ὑμέας ἔπεμψε φέροντας προτιμῶν πολλοῦ ἐμοὶ ξεῖνος
γενέσθαι
, οὔτε ὑμεῖς λέγετε ἀληθέα (ἥκετε γὰρ κατόπται
τῆς ἐμῆς ἀρχῆς) οὔτε ἐκεῖνος ἀνήρ ἐστι δίκαιος: εἰ γὰρ ἦν
δίκαιος, οὔτ᾽ ἄν ἐπεθύμησε χώρης ἄλλης ἤ τῆς ἑωυτοῦ
, οὔτ᾽
ἂν ἐς δουλοσύνην ἀνθρώπους ἦγε ὑπ᾽ ὧν μηδὲν δίκηται.
3νῦν δὲ αὐτῷ τόξον τόδε διδόντες τάδε ἔπεα λέγετε: βασιλεὺς
ὁ Aἰθιόπων συμβουλεύει τῷ Περσέων βασιλέϊ, ἐπεὰν οὕτως
εὐπετέως
ἕλκωσι [τὰ] τόξα Πέρσαι ἐόντα μεγάθεϊ τοσαῦτα,
τότε ἐπ᾽ Aἰθίοπας τοὺς μακροβίους πλήθεϊ ὑπερβαλλόμενον
στρατεύεσθαι
, μέχρι δὲ τούτου θεοῖσι εἰδέναι χάριν, οἳ οὐκ
ἐπὶ νόον τρέπουσι Aἰθιόπων παισὶ γῆν ἄλλην προσκτᾷσθαι
22τῇ ἑωυτῶν. ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε
τοῖσι ἥκουσι. λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα ὅ τι
εἴη καὶ ὅκως πεποιημένον. εἰπόντων δὲ τῶν ᾽Iχθυοφάγων
τὴν ἀληθείην
περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς, δολεροὺς
μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι, δολερὰ δὲ αὐτῶν τὰ εἵματα.
2δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα, τὸν στρεπτὸν τὸν περιαυχένιον
καὶ τὰ ψέλια. ἐξηγεομένων δὲ τῶν ᾽Iχθυοφάγων τὸν
κόσμον αὐτοῦ γελάσας ὁ βασιλεὺς καὶ νομίσας εἶναί σφεα
πέδας εἶπε ὡς παρ᾽ ἑωυτοῖσί εἰσι ðωμαλεώτεραι τουτέων
3πέδαι. τρίτον δὲ εἰρώτα τὸ μύρον: εἰπόντων δὲ τῆς ποιήσιος
πέρι καὶ ἀλείψιος, τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος
εἶπε
. ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν
ποίησιν, ὑπερησθεὶς τῷ πόματι ἐπείρετο ὅ τι τε σιτέεται
ὀ βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης
4ζώει. οἱ δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον, ἐξηγησάμενοι
τῶν πυρῶν τὴν φύσιν, ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα
ἀνδρὶ μακρότατον προκεῖσθαι
. πρὸς ταῦτα ὁ Aἰθίοψ ἔφη
οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι:
οὐδὲ γὰρ ἄν τοσαῦτα δύνασθαι ζώειν σφέας, εἰ μὴ τῶ πόματι
ἀνέφερον, φράζων τοῖσι ᾽Iχθυοφάγοισι τὸν οἶνον
: τούτῳ γὰρ
23ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι. ἀντειρομένων δὲ τὸν
βασιλέα τῶν ᾽Iχθυοφάγων τῆς ζόης καὶ διαίτης πέρι, ἔτεα
μὲν ἐς εἴκοσί τε καὶ ἑκατὸν τοὺς πολλοὺς αὐτῶν
ἀπικνέεσθαι, ὑπερβάλλειν δέ τινας καὶ ταῦτα
, σίτησιν δὲ
2εἶναι κρέα ἑφθὰ καὶ πόμα γάλα. θῶμα δὲ ποιευμένων τῶν
κατασκόπων περὶ τῶν ἐτέων ἐπὶ κρήνην σφι ἡγήσασθαι
,
ἄπ᾽ ἧς λουόμενοι λιπαρώτεροι ἐγίνοντο, κατά περ εἰ ἐλαίου
3εἴη: ὄζειν δὲ ἀπ᾽ αὐτῆς ὡς εἰ ἴων. ἀσθενὲς δὲ τὸ ὕδωρ
τῆς κρήνης ταύτης οὕτω δή τι ἔλεγον εἶναι οἱ κατάσκοποι
ὥστε μηδὲν οἷόν τ᾽ εἶναι ἐπ᾽ αὐτοῦ ἐπιπλέειν, μήτε ξύλον
μήτε τῶν ὅσα ξύλου ἐστὶ ἐλαφρότερα
, ἀλλὰ πάντα σφέα
χωρέειν ἐς βυσσόν. τὸ δὲ ὕδωρ τοῦτο εἴ σφί ἐστι ἀληθέως
οἷόν τι λέγεται
, διὰ τοῦτο ἂν εἶεν, τούτῳ τὰ πάντα χρεώ-
4μενοι, μακρόβιοι. ἀπὸ τῆς κρήνης δὲ ἀπαλλασσομένων
ἀγαγεῖν σφέας ἐς δεσμωτήριον ἀνδρῶν, ἔνθα τοὺς πάντας
ἐν πέδῃσι χρυσέῃσι δεδέσθαι
. ἔστι δὲ ἐν τούτοισι τοῖσι
Aἰθίοψι πάντων ὁ χαλκὺς σπανιώτατον καὶ τιμιώτατον
.
θεησάμενοι δὲ καὶ τὸ δεσμωτήριον ἐθεήσαντο καὶ τὴν τοῦ
24λίου λεγομένην τράπεζαν. μετὰ δὲ ταύτην τελευταίας
ἐθεήσαντο τὰς θήκας αὐτῶν, αἳ λέγονται σκευάζεσθαι ἐξ
2ὑάλου τρόπῳ τοιῶδε: ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι, εἴτε δὴ
κατά περ Aἰγύπτιοι εἴτε ἄλλως κως, γυψώσαντες ἅπαντα
αὐτὸν γραφῆ κοσμέουσι, ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν,
ἔπειτα δέ οἱ περιιστᾷσι στήλην ἐξ ὑάλου πεποιημένην κοίλην
3(ἡ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται): ἐν μέσῃ δὲ τῇ
στήλῃ ἐνεὼν διαφαίνεται ὁ νέκυς, οὔτε ὀδμὴν οὐδεμίαν
ἄχαριν παρεχόμενος οὔτε ἄλλο ἀεικὲς οὐδέν: καὶ ἔχει πάντα
4φανερἀ ὁμοίως αὐτῷ τῷ νέκυϊ. ἐνιαυτὸν μὲν δὴ ἔχουσι τὴν
στήλην ἐν τοῖσι οἰκίοισι οἱ μάλιστα προσήκοντες πάντων
τε ἀπαρχομενοι καὶ θυσίας οἱ προσάγοντες: μετὰ δὲ ταῦτα
25ἐκκομίσαντες ἱστᾷσι περὶ τὴν πόλιν. θεησάμενοι δὲ τὰ,
πάντα οἱ κατάσκοποι ἀπαλλάσσοντο ὀπίσω. ἀπαγγειλάντων
δὲ ταῦτα τούτων αὐτίκα ὁ Καμβύσης ὀργὴν ποιησάμενος
ἐστρατεύετο ἐπὶ τοὺς Aἰθίοπας, οὔτε παρασκευὴν σίτου
οὐδεμίαν παραγγείλας, οὔτε λόγον ἑωυτῷ δοὺς ὅτι ἐς τὰ
2ἔσχατα γῆς ἔμελλε στρατεύεσθαι: οἷα δὲ ἐμμανής τε ἐὼν
καὶ οὐ φρενήρης, ὡς ἤκουσε τῶν ᾽Iχθυοφάγων, ἐστρατεύετο,
úEλλήνων μὲν τοὺς παρεόντας αὐτοῦ ταύτῃ τάξας ὑπομένειν,
3τὸν δὲ πεζὸν πάντα ἅμα ἀγόμενος. ἐπείτε δὲ στρατευόμενος
ἐγένετο ἐν Θήβῃσι, ἀπέκρινε τοῦ στρατοῦ ὡς πέντε μυριάδας,
καὶ τούτοισι μὲν ἐνετέλλετο ᾽Aμμωνίους ἐάνδραποδισαμένους
τὸ χρηστήριον τὸ τοῦ ‘διὸς ἐμπρῆσαι, αὐτὸς δὲ τὸν λοιπὸν
4ἄγων στρατὸν ἤιε ἐπὶ τοὺς Aἰθίοπας. πρὶν δὲ τῆς ὁδοῦ
τὸ πέμπτον μέρος διεληλυθέναι
τὴν στρατιήν, αὐτίκα πάντα
αὐτοὺς τὰ εἶχον σιτίων ἐχόμενα ἐπελελοίπεε
, μετὰ δὲ τὰ
5σιτία καὶ τὰ ὑποζύια ἐπέλιπε κατεσθιόμενα. εἰ μέν νυν
μαθὼν ταῦτα ὁ Καμβύσης ἐγνωσιμάχεε καὶ ἀπῆγε ὀπίσω
τὸν στρατόν
, ἐπὶ τῇ ἀρχῆθεν γενομένῃ μαρτάδι ἦν ἂν ἀνὴρ
σοφός
: νῦν δὲ οὐδένα λόγον ποιεύμενος ἤιε αἰεὶ ἐς τὸ πρόσω.
6οἱ δὲ στρατιῶται ἕως μέν τι εἶχον ἐκ τῆς γῆς λαμβάνειν,
ποιηφαγέοντες διέζωον, ἐπεὶ δὲ ἐς τὴν ψάμμον ἀπίκοντο,
δεινὸν ἔργον αὐτῶν τινες ἐργάσαντο: ἐκ δεκάδος γὰρ ἕνα
7σφέων αὐτῶν ἀποκληρώσαντες κατέφαγον. πυθόμενος δὲ
ταῦτα ὁ Καμβύσης, δείσας τὴν ἀλληλοφαγίην, ἀπεὶς τὸν ἐπ᾽
Aἰθίοπας στόλον ὀπίσω ἐπορεύετο, καὶ ἀπικνέεται ἐς Θήβας
πολλοὺς ἀπολέσας τοῦ στρατοῦ. ἐκ Θηβέων δὲ καταβὰς
ἐς Μέμφιν τοὺς Ἕλληνας ἀπῆκε ἀποπλέειν.
26μὲν ἐπ᾽ Aἰθίοπας στόλος οὕτως ἔπρηξε, οἱ δ᾽ αὐτῶν
ἐπ᾽ ᾽Aμμωνίους ἀποσταλέντες στρατεύεσθαι, ἐπείτε ὁρμη-
θέντες
ἐκ τῶν Θηβέων ἐπορεύοντο ἔχοντες ἀγωγούς, ἀπικό-
μενοι μὲν φανεροί εἰσι ἐς ôOασιν πόλιν
, τὴν ἔχουσι μὲν
Σάμιοι τῆς Aἰσχριωνίης φυλῆς λεγόμενοι εἶναι, ἀπέχουσι
δὲ ἑπτὰ ἡμερέων ὁδὸν ὰπὸ Θηβέων διὰ ψάμμου
, ὀνομάζεται
δὲ ὁ χῶρος οῦτος κατὰ Ἑλλήνων γλῶσσαν Μακάρων νῆσοι.
2ἐς μὲν δὴ τοῦτον τὸν χῶρον λέγεται ἀπικέσθαι τὸν στρατόν,
τὸ ὲνθεῦτεν δέ, ὅτι μὴ αὐτοὶ ᾽Aμμώνιοι καὶ οἱ τούτων ἀκού-
σαντες, ἄλλοι οὐδένες οὐδὲν ἔχουσι εἰπεῖν περὶ αὐτῶν
: οὔτε
γὰρ ἐς τοὺς ᾽Aμμωνίους ἀπίκοντο οὔτε ὀπίσω ἐνόστησαν.
3λέγεται δὲ καὶ τάδε ὑπ᾽ αὐτῶν ᾽Aμμωνίων: ἐπειδ ἐκ τῆς
᾽Oάσιος ταύτης ἰέναι διὰ τῆς ψάμμου ἐπὶ σφέας, γενέσθαι
τε αὐτοὺς μεταξύ κου μάλιστα αὐτῶν τε καὶ τῆς ᾽Oάσιος,
ἄριστον αἱρεομένοισι αὐτοῖσι ἐπιπνεῦσαι νότον μέγαν
τε καὶ
ἐξαίσιον, φορέοντα δὲ θῖνας τῆς ψάμμου καταχῶσαί σφεας,
καὶ τρόπω τοιούτῳ ἀφανισθῆναι. ᾽Aμμώνιοι μὲν οὕτω λέ-
27γουσί γενέσθαι περὶ τῆς στρατιῆς ταύτης. ἀπιγμένου δὲ
Καμβύσεω ἐς Μέμφιν ἐφάνη Aἰγυπτίοισι ὁ Ἆπις, τὸν
Ἕλληνες ἔπαφον καλέουσι
: ἐπιφανέος δἐ τούτου γενομένου
αὐτίκα οἱ Aἰγύπτιοι εἵματά τε ἐφόρεον τὰ κάλλιστα καὶ
2ἦσαν ἐν θαλίῃσι. ἰδὼν δὲ ταῦτα τοὺς Aἰγυπτίους ποιεῦντας
ὁ Καμβύσης, πάγχυ σφέας καταδόξας ἑωυτοῦ κακῶς πρή-
ξαντος χαρμόσυνα ταῦτα ποιέειν
, ἐκάλεε τοὺς ἐπιτρόπους τῆς
Μέμφιος: ἀπικομένων δὲ ἐς ὄψιν εἴρετο ὅ τι πρότερον μὲν
ἐόντος αὐτοῦ ἐν Μέμφι ἐποίευν τοιοῦτον οὐδὲν Aἰγύπτιοι,
τότε δὲ ἐπεὶ αὐτὸς παρείη τῆς στρατιῆς πλῆθος τι ὰπο-
3βαλών. οἱ δὲ ἔφραζον ὥς σφι θεὸς εἴη φανεὶς διἀ χρόνου
πολλοῦ ἐωθὼς ἐπιφαίνεσθαι
, καὶ ὠς ἐπεὰν φανῇ, τότε πάντες
Aἰγύπτιοι κεχαρηκότες ὁρτάζοιεν. ταῦτα ἀκούσας ὁ Καμ-
βύσης ἔφη ψεύδεσθαί σφεας καὶ ὡς ψευδομένους θανάτῳ
28ἐζημίου. ἀποκτείνας δὲ τούτους δεύτερα τοὺς ἱρέας ἐκάλεε
ἐς ὄψιν. λεγόντων δὲ κατὰ ταὐτὰ τῶν ἱρέων οὐ λήσειν ἔφη
αὐτὸν
εἰ θεός τις χειροήθης ἀπιγμένος εἴη Aἰγυπτίοισι.
τοσαῦτα δὲ εἴπας ἀπάγειν ἐκέλευε τὸν Ἆπιν τοὺς ἱρέας.
2οἱ μὲν δὴ μεπήισαν ἄξοντες. ὁ δὲ Ἆπις οὗτος ὁ ἔπαφος
γίνεται μόσχος ἐκ βοὸς ἥτις οὐκετι οἵη τε γίνεται ἐς γαστέρα
ἄλλον βάλλεσθαι γόνον
. Aἰγύπτιοι δὲ λέγουσι σέλας ἐκ
τοῦ οὐρανοῦ ἐπὶ τὴν βοῦν κατίσχειν καί μιν ἐκ τούτου
3τίκτειν τὸν Ἆπιν. ἔχει δὲ ὁ μόσχος οὗτος ὁ Ἆπις καλεό-
μενος σημήια τοιάδε, ἐὼν μέλας ἐπὶ μὲν τῷ μετώπῳ λευκὸν
τρίγωνον
, ἐπὶ δὲ τοῦ νώτου αἰετὸν εἰκασμένον, ὲν δἐ τῇ
29οὐρῇ τὰς τρίχας διπλάς, ὑπὸ δὲ τῇ γλώσσῃ κάνθαρον. ὡς
δὲ ἤγαγον τὸν Ἆπιν οἱ ἱρέες, ὁ Καμβύσης, οἷα ἐὼν ὑπο-
μαργότερος
, σπασάμενος τὸ ἐγχειρίδιον, θέλων τύψαι τὴν
γαστέρα τοῦ Ἄπιος παίει τὸν μηρόν: γελάσας δὲ εἶπε πρὸς
2τοὺς ἱρέας: ‘ὦ κακαὶ κεφαλαί, τοιοῦτοι θεοὶ γίνονται,
ἔναιμοί τε καὶ σαρκώδεες καὶ ἐπαιοντες σιδηρίων; ἄξιος μέν
γε Aἰγυπτίων οὗτός γε ὁ θεός: ἀτάρ τοι ὑμεῖς γε οὐ χαί-
ροντες γέλωτα ἐμὲ θήσεσθε
. ταῦτα εἴπας ἐνετείλατο τοῖσι
ταῦτα πρήσσουσι
τοὺς μὲν ἱρέας ἀπομαστιγῶσαι, Aἰγυπτίων
3δὲ τῶν ἄλλων τὸν ἂν λάβωσι ὁρτάζντα κτείνειν. &μτ;ἡ&ητ; ὁρτὴ
μὲν δὴ διελέλυτο Aἰγυπτίοισι, οἱ δὲ ἱρέες ἐδίκαιεῦντο, ὁ δὲ
Ἆπις πεπληγμένος τὸν μηρὸν ἔφθινε ἐν τῷ ἱρῷ κατακεί-
μενος. καὶ τὸν μὲν τελευτήσαντα ἐκ τοῦ τρώματος ἔθαψαν
οἱ ἱρέες λάθρῃ Καμβύσεω.
30Καμβύσης δέ, ὡς λέγουσι Aἰγύπτιοι, αὐτίκα διὰ τοῦτο
τὸ ἀδίκημα ἐμάνη, ἐὼν οὐδὲ πρότερον φρενήρης. καὶ πρῶτα
μὲν τῶν κακῶν ἐξεργάσατο τὸν ἀδελφεὸν Σμέρδιν ἐόντα
πατρὸς καὶ μητρὸς τῆς αὐτῆς
, τὸν ἀπέπεμψε ἐς Πέρσας
φθόνῳ ὲξ Aἰγύπτου, ὅτι τὸ τόξον μοῦνος Περσέων ὅσον τε
ἐπὶ δύο δακτύλους εἴρυσε, τὸ παρὰ τοῦ Aἰθίοπος ἤνεικαν
οἱ ᾽Iχθυοφάγοι
: τῶν δὲ ἄλλων Περσέων οὐδεὶς οἷός τε
2ἐγένετο. ἀποιχομένου ὦν ἐς Πέρσας τοῦ Σμέρδιος ὄψιν
εἶδε ὁ Καμβύσης ἐν τῷ ὕπνῳ τοιήνδε
: ἐδόκεέ οἱ ἄγγελον
ἐλθόντα ἐκ Περσέων ἀγγέλλειν ὡς ἐν τῷ θρόνῳ τῷ βασιληίῳ
3ἱζόμενος Σμέρδις τῇ κεφαλῇ τοῦ οὐρανοῦ ψαύσειε. πρὸς
ὦν ταῦτα δείσας περὶ ἑωυτῷ μή μιν ἀποκτείνας ὁ ἀδελφεὸς
ἄρχῃ, πέμπει Πρηξάσπεα ἐς Πέρσας, ὅς ἦν οἱ ἀνὴρ Περσέων
πιστότατος
, ἀποκτενέοντά μιν. ὁ δὲ ἀναβὰς ἐς Σοῦσα
ἀπέκτεινε Σμέρδιν, οἱ μὲν λέγουσι ἐπ᾽ ἄγρην ἐξαγαγόντα,
οἱ δὲ ἐς τὴν ᾽Eρυθρὴν θάλασσαν προαγαγόντα καταποντῶσαι
.
31πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο,
δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἐπισπομένην οἱ ἐς Aἴ-
γυπτον, τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπ᾽ ἀμφοτέρων ἀδελφεή.
2ἔγημε δὲ αὐτὴν ὧδε: οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι
ἀδελφεῇσι συνοικέειν Πέρσαι: ράσθη μιῆς τῶν ἀδελφεῶν
Καμβύσης καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι, ὅτι οὐκ
ἐωθότα ἐπενόεε ποιήσειν
, εἴρετο καλέσας τοὺς βασιληίους
καλεομένους δικαστὰς
εἴ τις ἔστι κελεύων νόμος τὸν βουλό-
3μενον ἀδελφεῇ συνοικέειν. οἱ δὲ βασιλήιοι δικασταὶ κεκρι-
μένοι
ἄνδρες γίνονται Περσέων, ἐς οὗ ἀποθάνωσι ἤ σφι
παρευρεθῇ τι ἄδικον
, μέχρι τούτου: οὗτοι δὲ τοῖσι Πέρσῃσι
δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται,
4καὶ πάντα ἐς τούτους ἀνάκέεται. εἰρομένου ὦν τοῦ Καμ-
βύσεω ὑπεκρίνοντο [αὐτῷ] οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα,
φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοί-
κέειν ἀδελφεόν, ἄλλον μέντοι ἐξευρηκέναι νόμον, τῷ βασι-
5λεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἄν βούληται. οὕτω
οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα, ἵνα τε μὴ αὐτοὶ
ἀπόλωνται τὸν νόμον περιστέλλοντες, παρεξεῦρον ἄλλον
6νόμον σύμμαχον τῶ θέλοντι γαμέειν ἀδελφεάς. τότε μὲν
δὴ ὁ Καμβύσης ἔγημε τὴν ἐρωμένην, μετὰ μέντοι οὐ πολλὸν
χρόνον ἔσχε καὶ ἄλλην ἀδελφεήν: τουτέων δὴ τὴν νεωτέρην
32ἐπισπομένην οἱ ἐπ᾽ Aἴγυπτον κτείνει. ἀμφὶ δὲ τῷ θανάτῳ
αὐτῆς διξὸς ὥσπερ περὶ Σμέρδιος λέγεται λόγος
. õEλληνες
μὲν λέγουσι Καμβύσεα συμβαλεῖν σκύμνον λέοντος σκύλακι
κυνός
, θεωρέειν δὲ καὶ τὴν γυναῖκα ταύτην, νικωμένου δὲ
τοῦ σκύλακος ἀδελφεὸν αὐτοῦ [ἄλλον σκύλακα] ἀπορρήξαντα
τὸν δεσμὸν παραγενέσθαι οἱ, δύο δὲ γενομένους οὕτω δὴ
2[τοὺς σκύλακας] ἐπικρατῆσαι τοῦ σκύμνου. καὶ τὸν μὲν
Καμβύσεα ῆδεσθαι θεώμενον, τὴν δὲ παρημένην δακρύειν.
Καμβύσεα δὲ μαθόντα τοῦτο ἐπειρέσθαι δι᾽ ὅ τι δακρύει, τὴν
δὲ εἰπεῖν ὡς ἰδοῦσα τὸν σκύλακα τῷ ἀδελφεῷ τιμωρήσαντα
δακρύσειε, μνησθεῖσά τε Σμέρδιος καὶ μαθοῦσα ὡς ἐκείνῳ
3οὐκ εἴη ὁ τιμωρήσων. Ἕλληνες μὲν δὴ διὰ τοῦτο τὸ ἔπος
φασὶ αὐτὴν ἀπολέσθαι ὑπὸ Καμβύσεω, Aἰγύπτιοί δὲ ὡς
τραπέζῃ παρακατημένων λαβοῦσαν θρίδακα τὴν γυναῖκα
περιτῖλαι καὶ ἐπανειρέσθαι τὸν ἄνδρα κότερον περιτετιλμένη
δασέα ἡ θρίδαξ ἐοῦσα εἴη καλλίων, καὶ τὸν φάναι δασέαν,
4τὴν δὲ εἰπεῖν: Tαύτην μέντοι κοτὲ σὺ τὴν θρίδακα ἐμιμήσαο,
τὸν Κύρου οἶκον ἀποψιλώσας. τὸν δὲ θυμωθέντα ἐμπηδῆσαι
αὐτῇ ἐχούσῃ ἐν γαστρί, καί μιν ἐκτρώσασαν ἀποθανεῖν
.
33ταῦτα μὲν ἐς τοὺς οἰκηιοτάτους ὁ Καμβύσης ἐξεμάνη, εἴτε δὴ
διὰ τὸν Ἆπιν εἴτε καὶ ἄλλως, οἷα πολλὰ ἔωθε ἀνθρώπους κακὰ
καταλαμβάνειν
: καὶ γάρ τινα καὶ ἐκ γενεῆς νοῦσον μεγάλην
λέγεται ἔχειν ὁ Καμβύσης, τὴν ἱρ ν ὀνομάζουσί τινες. οὔ
νῦν τοι ἀεικὲς οὐδὲν ἦν τοῦ σώματος νοῦσον μεγάλην νοσέ-
34οντος μηδὲ τὰς φρένας ὑγιαίνειν. τάδε δ᾽ ἐς τοὺς ἄλλους
Πέρσας ἐξεμάνη: λέγεται γὰρ εἰπεῖν αὐτὸν πρὸς Πρηξάσπεα,
τὸν ἐτίμα τε μάλιστα καί οἱ τὰς ἀγγελίας ἐσεφόρεε οὗτος,
τούτου τε ὁ παῖς οἰνοχόος ἦν τῷ Καμβύση, τιμὴ δὲ καὶ αὕτη
2οὐ σμικρή, εἴπεῖν δὲ λέγεται τάδε: Πρήξασπες, κοῖόν μέ
τινα νομίζουσι Πέρσαι εἶναι ἄνδρα τίνας τε λόγους περὶ ἐμέο
ποιεῦνται; τὸν δὲ εἰπεῖν: ‘ὦ δἔσποτα, τὰ μὲν ἄλλα πάντα
μεγάλως ἐπαινέαι
, τῇ δὲ φιλοινίη σε φασι πλεόνως προσ-
3κεῖσθαί. τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων, τὸν δὲ
θυμωθέντα τοισίδε ἀμείβεσθαι: ‘νῦν ἄρα μέ φασι Πέρσαι
οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα.
4οὐδ᾽ ἄρα σφέων οἵ πρότεροι λύγοι ἦσαν ἀληθέες. πρότερον
γὰρ δ ἄρα
Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου εἴρετο
ὁ Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα
[τελέσαι] Κῦρον: οἱ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ
πατρός: τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσ-
5εκτῆσθαι Aἴγυπτόν τε καὶ τὴν θάλασσαν. Πέρσαί μὲν
ταῦτα ἔλεγον, Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος
τῇ [γινομένῃ] κρίσι εἶπε πρὸς τὸν Καμβύσεα τάδε: ᾽Eμοὶ
μέν νυν, ὦ παῖ Κύρου, οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί:
οὐ γάρ κώ τοί ἐστι υἱὸς οἶον σὲ ἐκεῖνος κατελίπετο. ἥσθη
τε ταῦτα ἀκούσας ὁ Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου
35κρίσιν. τούτων δ ὦν ἐπιμνησθέντα ὀργῇ λέγειν πρὸς τὸν
Πρηξάσπεα: Σύ νῦν μάθε [αὐτὸς] εἴτε λέγουσι Πέρσαι ἀληθέα
2εἴτε αὐτοὶ λέγοντες ταῦτα παραφρονέουσι: εἰ μὲν γὰρ τοῦ
παιδὸς τοῦ σοῦ τοῦδε ἐστεῶτος ἐν τοῖσι προθύροι βαλὼν
τύχω μέσης τῆς καρδίης, Πέρσαι φανέονται λέγοντες οὐδέν:
ἢν δὲ μάρτω, φάναι Πέρσας τε λέγειν ἀληθέα καὶ ἐμὲ μὴ
3σωφρονέειν. ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον
βαλεῖν τὸν παῖδα, πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν
κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα
: ὡς δὲ ἐν τῇ καρδίῃ
εὑρεθῆναι ἐνεόντα τὸν ὀϊστόν
, εἰπεῖν πρὸς τὸν πατέρα τοῦ
4παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον: Πρήξασπες, ὡς
μὲν ἐγώ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι, δῆλά τοί
γέγονε: νῦν δέ μοι εἰπέ, τίνα εἶδες ἤδη πάντων ἀνθρώπων
οὕτω ἐπίσκοπα τοξεύοντα; Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ
φρενήρεα καὶ περὶ ἑωυτῶ δειμαίνοντα εἰπεῖν: ‘δέσποτα, οὐδ᾽
ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἄν καλῶς βαλεῖν,
5τότε μὲν ταῦτα ἐξεργάσατο, ἑτέρωθι δὲ Περσέων ὁμοίους
τοῖσι πρώτοισι δυώδεκα ἐπ᾽ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν
36ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε. ταῦτα δέ μιν ποιεῦντα
ἐδικαίωσε Κροῖσος ὁ Λυδὸς νουθετῆσαι τοισίδε τοῖσι ἔπεσι:
‘ὦ βασιλεῦ, μ πάντα ἡλικίῃ καὶ θυμῷ ἐπίτρεπε, ἀλλ᾽ ἴσχε
καὶ καταλάμβανε σεωυτόν: ἀγαθόν τοι πρόνοον εἶναι, σοφὸν
δὲ ἡ προμηθίη:
σὺ δὲ κτείνεις μὲν ἄνδρας σεωυτοῦ πολιήτας
2ἐπ᾽ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλών, κτείνεις δὲ παῖδας. ἢν
δὲ πολλὰ τοιαῦτα ποιῇς, ὅρα ὄκως μή σευ ἀποστήσοντηαι
Πέρσαι
. ἐμοὶ δὲ πατὴρ
κελεύων σε νουθετέειν καὶ ὑποτίθεσθαι ὅ τι ἂν εὑρίσκω
ἀγαθόν
. ὁ μὲν δὴ εὐνοίην φαίνων συνεβούλευέ οἱ ταῦτα,
3ὁ δ᾽ ἀμείβετο τοισίδε: Σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν,
ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας, εὖ δὲ
τῷ πατρὶ τῷ ᾽μῷ συνεβούλευσας, κελεύων αὐτὸν ᾽Aράξην
ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας βουλομένων ἐκείνων
διαβαίνειν ἐς τὴν ἡμετέρην
, καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας
τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς, ἀπὸ δὲ [ὤλεσας]
Κῦρον πειθόμενόν σοι: ἀλλ᾽ οὔτι χαίρων, ἐπεί τοι καὶ πάλαι
4ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι. ταῦτα δὲ εἴπας
ἐλάμβανε τὰ τόξα ὡς κατατοξεύσων αὐτόν, Κροῖσος δὲ ἀνα-
δραμὼν
ἔθεε ἔξω: ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε, ἐνετείλατο
5τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι. οἱ δὲ θεράποντες
ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον
ἐπὶ τῶδε τῷ λόγῳ ὥστε, εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ
καὶ ἐπιζητῇ τὸν Κροῖσον, οἱ δὲ ἐκφήναντες [αὐτὸν] δῶρα
λάμψονται ζωάγρια Κροίσου, ἢν δὲ μὴ μεταμέληται μηδὲ
6ποθῇ μιν, τότε καταχρᾷσθαι. ὲπόθησέ τε δὴ ὁ Καμβύσης
τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνω [ὕστερον], καὶ οἱ
θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη.
Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι, ἐκεί-
νους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροιξεσθαι ἀλλ
37ἀποκτεμέειν: καὶ ἐποίησε ταῦτα. ὁ μὲν δὴ τοιαῦτα πολλὰ
ἐς Πέρσας τε καὶ τοὺς συμμάχους ἐξεμαινετο, μένων ἐν
Μέμφι καὶ θήκας τε παλαιὰς ἀνοίγων καὶ σκεπτόμενος τοὺς
2νεκρούς: ὣς δὲ δὴ καὶ ἐς τοῦ Ἡφαίστου τὸ ἱρὸν ἦλθε καὶ
πολλὰ τῷ ἀγάλματι κατεγέλασε
: ἔστι γὰρ τοῦ Ἡφαίστου
τὤγαλμα τοῖσι Φοινικηίοισι Παταίκοισι ἐμφερέστατον
, τοὺς
οἰ Φοίνικες ἐν τῇσι πρώρησι τῶν τριηρέων περιάγουσι. ὅς
δὲ τούτους μὴ ὄπωπε, ἐγὼ δὲ σημανέω: πυγμαίου ἀνδρὸς
3μίμησίς ἐστι. ἐσῆλθε δὲ καὶ ἐς τῶν Καβείρων τὸ ἱρόν, ὲς
τὸ οὐ θεμιτόν ἐστι ἐσιέναι ἄλλον γε ἢ τὸν ἱρέα
: ταῦτα δὲ
τὰ ἀγάλματα καὶ ἐνέπρησε πολλὰ κατασκώψας. ἔστι δὲ
καὶ ταῦτα ὅμοια τοῖσι τοῦ Ἡφαίστου: τούτου δέ σφεας
38παῖδας λέγουσι εἶναι πανταχῃ ὦν μοι δῆλά ἐστι ὅτι ἐμάνη
μεγάλως ὁ Καμβύσης: οὐ γὰρ ἂν ἱροῖσί τε καὶ νομαίοισι
ἐπεχείρησε καταγελᾷν
. εἰ γάρ τις προθείη πᾷσι ἀνθρώποισι
ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ τῶν πάντων
νόμων, διασκεψάμενοι ἂν ἑλοίατο ἔκαστοι τοὺς ἑωυτῶν
οὕτω νομίζουσι πολλόν τι καλλίστους τοὺς ἑωυτῶν νόμους
2ἔκαστοι εἶναι. οὔκουν οἰκός ἐστι ἄλλον γε ἢ μαινόμενον
ἄνδρα γέλωτα τὰ τοιαῦτα τίθεσθαι, ὡς δὲ οὕτω νενομίκασί
τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι, πολλοῖσί τε καὶ
ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ
3τῷδε: ‘δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων
τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς
πατέρας ἀποθνήσκοντας κατασιτέεσθαι: οἰ δὲ ἐπ᾽ οὐδενὶ
4ἔφασαν ἔρδειν ˆν ταῦτα. ‘δαρεῖος δὲ μετὰ ταῦτα καλέσας
᾽Iνδῶν τοὺς καλεομένους Καλλατίας, οἳ τοὺς γονέας κατε-
σθίουσι, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ δι᾽ ἑρμηνέος
μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ᾽ ἂν
τελευτῶντας τοὺς πατέρας κατακαίειν πυρί
: οἱ δὲ ἀμβώ-
σαντες
μέγα εὐφημέειν μιν ἐκέλευον. οὕτω μεν νυν ταῦτα
νενόμισται
, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι νόμον
πάντων βασιλέα φήσας εἶναι
.

Return to GREK2320 Introductory Page.