Herodotus, The Histories

Book 3, Chapters 39—60

39Καμβύσεω δὲ ἐπ᾽ Aἴγυπτον στρατευομένου ἐποιήσαντο
καὶ Λακεδαιμόνιοι στρατηίην ἐπὶ Σάμον τε καὶ Πολυκράτεα
2τὸν Aἰάκεος, ὃς ἔσχε Σάμον ἐπαναστάς. καὶ τὰ μὲν πρῶτα
τριχῇ δασάμενος τὴν πόλιν τοῖσι ἀδελφεοῖσι Πανταγνώτῳ
καὶ Συλοσῶντι ἔνειμε, μετὰ δὲ τὸν μὲν αὐτῶν ἀποκτείνας,
τὸν δὲ νεώτερον Συλοσῶντα ἐξελάσας ἔσχε πᾷσαν Σάμον,
ἔχων δὲ ξεινίην ᾽Aμάσι τῷ Aἰγύπτου βασιλέϊ συνεθήκατο
,
3πέμπων τε δῶρα καὶ δεκόμενος ἄλλα παρ᾽ ἐκείνου. ἐν
χρόνῳ δὲ ὀλίγῳ αὐτίκα τοῦ Πολυκράτεος τὰ πρήγματα
ηὔξετο
καἵ ἦν βεβωμένα ἀνά τε τὴν ᾽Iωνίην καὶ τὴν ἄλλην
Ἑλλάδα: ὅκου γὰρ ἰθύσειε στρατεύεσθαι, πάντα οἱ ἐχώρεε
εὐτυχέως
. ἔκτητο δὲ πεντηκοντέρους τε ἑκατὸν καὶ χιλίους
4τοξότας. ἔφερε δὲ καὶ ἦγε πάντας διακρίνων οὐδένα: τῷ
γἀρ φίλῳ ἔφη χαριεῖσθαι μᾷλλον ἀποδιδοὺς τὰ ἔλαβε
ἢ ἀρχὴν μηδὲ λαβών
. συχνὰς μὲν δὴ τῶν νήσων ἀραιρήκεε,
πολλὰ δὲ καὶ τῆς πείρου ἄστεα. ἐν δὲ δὴ καὶ Λεσβίους
πανστρατιῇ βοηθέοντας Μιλησίοισι ναυμαχίῃ κρατήσας
εἷλε
, οἱ τὴν τάφρον περὶ τὸ τεῖχος τὸ ἐν Σάμῳ πᾷσαν
40δεδεμένοι ὤρυξαν. καί κως τὸν Ἄμασιν εὐτυχέων μεγάλως
ὁ Πολικράτης οὐκ ἐλάνθανε
, ἀλλά οἱ τοῦτ᾽ ἦν ἐπιμελές.
πολλῷ δὲ ἔτι πλεῦνός οἱ εὐτυχίης γινομένης γράψας ἐς
βυβλίον τάδε ἐπέστειλε ἐς Σάμον
: Ἄμασις Πολυκράτεϊ
2ὧδε λέγει. ἡδὺ μὲν πυνθάνεσθαι ἄνδρα φίλου καὶ ξεῖνον
εὖ πρήσσοντα, ἐμοὶ δὲ αἱ σαὶ μεγάλαι εὐτυχίαι οὐκ ἀρέ-
σκουσι, ἐπισταμένῳ τὸ θεῖον ὡς ἔστι φθονερόν. καί κως
βούλομαι καὶ αὐτὸς καὶ τῶν ἂν κήδωμαι τὸ μέν τί εὐτυχέειν
τῶν πρηγμάτων, τὸ δὲ προσπταίειν, καὶ οὕτω διαφέρειν
3τὸν αἰῶνα ἐναλλὰξ πρήσσων ἦ εὐτυχέειν τὰ πάντα. οὐδένα
γάρ κω λόγῳ οἶδα ἀκούσας
ὅστις ἐς τελος οὐ κακῶς ἐτε-
λεύτησε πρόρριος, εὐτυχέων τὰ πάντα. σὺ ὦν νῦν ἐμοὶ
4πειθόμενος ποίησον πρὸς τὰς εὐτυχιας τοιάδε: φροντίσας
τὸ ἂν εὔρῃς ἐόν τοι πλείστου ἄξιον καὶ ἐπ᾽ ᾧ σὺ ἀπολο-
μενῳ μάλιστα τὴν ψυχὴν ἀλγήσεις
, τοῦτο ἀπόβαλε οὕτω
ὅκως μηκέτι ἥξει ἐς ἀνθρώπους. ἤν τε μὴ ἐναλλὰξ ἤδη
τπό τούτου αἱ εὐτυχίαι τοι τῇσι πάθῃσι προσπίπτωσι
,
41τρόπῳ τῷ ἐξ ἐμεῦ ὑποκειμένῳ ἀκέο. ταῦτα ἐπιλεξάμενος
ὁ Πολυκράτης καὶ νόῳ λαβὼν ὥς οἱ εὖ ὑπετίθετο ὁ Ἄμασις,
ἐδίζητο ἐπ᾽ ᾧ ἂν μάλιστα τὴν ψυχὴν ἀσηθείη ἀπολομένῳ
τῶν κειμηλίων, διζήμενος δ᾽ εὕρισκε τόδε: ἦν οἱ σφρηγὶς
τὴν ἐφόρεε χρυσόδετος
, σμαράγδου μὲν λίθου ἐοῦσα, ἔργον
2δὲ ἦν Θεοδώρου τοῦ Tηλεκλέος Σαμίου. ἐπεὶ ὦν ταύτην
οἱ ἐδόκεε ἀποβαλεῖν, ἐποίεε τοιάδε: πεντηκόντερον πλη-
ρώσας ἀνδρῶν ἐσέβη ἐς αὐτήν, μετὰ δὲ ἀναγαγεῖν ἐκέλευε
ἐς τὸ πέλαγος: ὡς δὲ ἀπὸ τῆς νήσου ἑκὰς ἐγένετο, περι-
ελόμενος
τὴν σφρηγῖδα πάντων ὁρώντων τῶν συμπλόων
ðίπτει ἐς τὸ πέλαγος. τοῦτο δὲ ποιήσας ἀπέπλεε, ἀπικό-
42μενος δὲ ἐς τὰ οἰκία συμφορῇ ἐχρᾷτο. πέμπτῃ δὲ ἢ ἕκτῃ
ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι: ἀνὴρ λιεὺς
λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ξίου μιν Πολυκράτεϊ
δῶρον δοθῆναι: φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη
ἐθέλειν ἐλθεῖν ἐς ὄψιν, χωρήσαντος δέ οἱ τούτου ἔλεγε
2διδοὺς τὸν ἰχθύν: ‘ὦ βασιλεῦ, ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδι-
καίωσα φέρειν ἐς ἀγορήν, καίπερ γε ἐὼν ἀποχειροβίοτος,
ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς: σοὶ
δή μιν φέρων δίδωμι. ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται
τοισίδε: Κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλὴ τῶν τε
3λόγων καὶ τοῦ δώρου: και σε ἐπὶ δεῖπνον καλέομεν. ὁ μὲν
δὴ λιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τἀ οἰκία, τὸν δὲ
ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι
4αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα. ὡς δὲ εἶδόν
τε καὶ ἔλαβον τάχιστα, ἔφερον κεχαρηκότες παρὰ τὸν
Πολυκράτεα, διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ
τρόπῳ εὑρέθη
. τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα,
γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα κατα-
43λελάβηκε, γράψας δὲ ἐς Aἴγυπτον ἐπέθηκε. ἐπιλεξάμενος
δὲ ὁ Ἄμασις τὸ βυβλίον τὸ παρὰ τοῦ Πυλυκράτεος ἧκον,
ἔμαθε ὅτι ἐκκομίσαι τε ἀδύνατον εἴη ἀνθρώπῳ ἄνθρωπον
ἐκ τοῦ μέλλοντος γίνεσθαι πρήγματος
καὶ ὅτι οὐκ εὖ τελευ-
τήσειν μέλλοι Πολυκράτης εὐτυχέων τὰ πάντα, ὃς καὶ
2τὰ ἀποβάλλει εὑρίσκει. πέμψας δέ οἱ κήρυκα ἐς Σάμον
διαλύεσθαι ἔφη τὴν ξεινίην. τοῦδε δὲ εἱνεκεν ταῦτα ἐποίεε,
ἵνα μὴ συντυχίης δεινῆς τε καὶ μεγάλης Πολυκράτεα κατα-
λαβούσης αὐτὸς ἀλγήσειε τὴν ψυχὴν ὡς περὶ ξερί ου ἀνδρός
.
44ἐπὶ τοῦτον δὴ ὦν τὸν Πολυκράτεα εὐτυχέοντα τὰ πάντα
ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπικαλεσαμένων τῶν μετὰ
ταῦτα Κυδωνίην τὴν ἐν Κρήτῃ κτισάντων Σαμίων
. πέμψας
δὲ κήρυκα λάθρῃ Σαμίων Πολυκράτης παρὰ Καμβύσεα τὸν
Κύρου συλλέγοντα στρατὸν ἐπ᾽ Aἴγυπτον, ἐδεήθη ὅκως
ἂν καὶ παρ᾽ ἑωυτὸν πέμψας ἐς Σάμον δέοιτο στρατοῦ
.
2Καμβύσης δὲ ἀκούσας τούτων προθύμως ἔπεμπε ἐς Σάμον
δεησόμενος Πολυκράτεος στρατὸν ναυτικὸν ἅμα πέμψαι
ἑωυτῷ ἐπ᾽ Aἴγυπτον. ὁ δὲ ἐπιλέξας τῶν ἀστῶν τοὺς
ὑπώπτευε μάλιστα ἐς ἐπανάστασιν
ἀπέπεμπε τεσσεράκοντα
τριήρεσι
, ἐντειλάμενος Καμβύσῃ ὀπίσω τούτους μὴ ἀπο-
45πέμπείν. οἱ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων
[ὑπὸ Πολυκράτεος] οὐκ ἀπικέσθαι ἐς Aἴγυπτον, ἀλλ᾽ ἐπειτε
ἐγένοντο ἐν Καρπάθῳ πλέοντες
, δοῦναι σφισι λόγον, καί
σφι δεῖν τὸ προσωτέρω μηκέτι πλέειν: οἱ δὲ λέγουσι
ἀπικομένους τε ἐς Aἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν
2αὐτοὺς ἀποδρῆναι. καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυ-
κράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη: νικήσαντες
δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον, πεζομαχήσαντες
δὲ ἐν αὐτῇ ἑσσώθησαν καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα.
3εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπ᾽ Aἰγύπτου νικῆσαι Πολυκράτεα,
λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς. οὐδὲν γὰρ ἔδει σφεας
Λακεδαιμονίους ἐπικαλέεσθαι, εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ
Πολυκράτεα παραστήσασθαι
. πρὸς δὲ τούτοισι οὐδὲ λόγος
αἱρέει
, τῷ ἐτικουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν
πλήθεϊ πολλοί, τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων
4ὀλίγων ἑσσωθῆναι. τῶν δ᾽ ὑπ᾽ ἑωυτῷ ἐόντων πολιητέων
τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους
συνειλήσας εἶχε ἑτοίμους, ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς
46τοὺς κατιόντας, ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι. ἐπείτε
δὲ οἱ ἐξελασθέντες Σαμίων ὑπὸ Πολυκράτεος ἀπίκοντο
ἐς τὴν Σπάρτην, καταστάντες ἐπὶ τοὺς ἄρχοντας ἔλεγον
πολλὰ οἷα κάρτα δεόμενοι
. οἱ δέ σφι τῇ πρώτῃ κατα-
στάσι ὑπεκρίναντο τὰ μὲν πρῶτα λεχθέντα ἐπιλεληθέναι,
2τὰ δὲ ὕστερα οὐ συνιέναι. μετὰ δὲ ταῦτα δεύτερα κατα-
στάντες ἄλλο μὲν εἶπον οὐδέν, θύλακον δὲ φέροντες ἔφασαν
τὸν θύλακον ἀλφίτων δέεσθαι
. οἱ δέ σφι ὑπεκρίναντο
τῶ θυλάκῳ περιεργάσθαι
: βοηθέειν δ᾽ ὦν ἔδοξε αὐτοῖσι.
47καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι
ἐπὶ Σάμον, ὡς μὲν Σάμιοι λέγουσι, εὐεργεσίας ἐκτίνοντες,
ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους,
ὡς δἐ Λακεδαιμόνιοι λέγουσι, οὐκ οὕτω τιμωρῆσαί δεο-
μένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τείσασθαι βουλόμενοι
τοῦ κρητῆρος τῆς ρπαγῆς
, τὸν ἦγον Κροίσῳ, καὶ τοῦ
θώρηκος, τὸν αὐτοῖσι Ἄμασις ὁ Aἰγύπτου βασιλεὺς ἔπεμψε
2δῶρον. καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ
τὸν κρητῆρα οἱ Σάμιοι
, ἐόντα μὲν λίνεον καὶ ζώων ἐνυ-
φασμένων συχνῶν
, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι
3ἀπὸ ξύλου: τῶν δὲ εἵνεκα θωμάσαι ἄξιον, ρπεδόνη ἑκάστη
τοῦ θώρηκος ποιέει: ἐοῦσα γὰρ λεπτὴ ἔχει ρπεδόνας ἐν
ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα, πάσας φανεράς
. τοιοῦτος
ἕτερός ἐστι καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ ᾽Aθηναίῃ Ἄμασις.
48συνεπελάβοντο δὲ τοῦ στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε
γενέσθαι καὶ Κορίνθιοι προθύμως
: ὕβρισμα γὰρ καὶ ἐς
τούτους εἶχε ἐκ τῶν Σαμίων γενόμενον γενεῇ πρότερον τοῦ
στρατεύματος τούτου
, κατὰ δὲ τὸν αὐτὸν χρόνον τοῦ κρη-
2τῆρος τῇ ρπαγῇ γεγονός. Κερκυραίων γὰρ παῖδας τριη-
κοσίους ἀνδρῶν τῶν πρώτων Περίανδρος ὁ Κυψέλου ἐς
Σάρδις ἀπέπεμψε παρὰ ᾽Aλυάττεα ἐπ᾽ ἐκτομῇ
: προσσχόντων
δὲ ἐς τὴν Σάμον τῶν ἀγόντων τοὺς παῖδας Κορινθίων,
πυθόμενοι οἱ Σάμιοι τὸν λόγον, ἐπ᾽ οἷσι ἀγοίατο ἐς Σάρδις,
πρῶτα μὲν τοὺς παῖδας ἐδίδαξαν ἱροῦ ἅψασθαι ᾽Aρτέμιδος,
3μετὰ δὲ οὐ περιορῶντες ἀπέλκειν τοὺς ἱκέτας ἐκ τοῦ ἱροῦ,
σιτίων δὲ τοὺς παῖδας ἐργόντων τῶν Κορίνθίων, ἐποιήσαντο
οἱ Σάμιοι ὁρτήν, τῇ καὶ νῦν ἔτι χρέωνται κατὰ ταὐτά:
νυκτὸς γὰρ ἐπιγενομένης, ὅσον χρόνον ἱκέτευον οἱ παῖδες,
ἵστασαν χοροὺς παρθένων τε καὶ ιθέων, ἱστάντες δὲ τοὺς
χοροὺς τρωκτὰ σησάμου τε καὶ μέλιτος ἐποιήσαντο νόμον
φέρεσθαι, ἵνα ρπάζοντες οἱ τῶν Κερκυραίων παῖδες ἔχοιεν
4τροφήν. ἐς τοῦτο δὲ τόδε ἐγίνετο, ἐς ὃ οἱ Κορίνθιοι τῶν
παίδων οἱ φύλακοι οἴχοντο ἀπολιπόντες: τοὺς δὲ παῖδας
49ἀπήγαγον ἐς Κέρκυραν οἱ Σάμιοι. εἰ μέν νυν Περιάνδρου
τελευτήσαντος τοῖσι Κορινθίοισι φίλια ἦν πρὸς τοὺς Κερκυ-
ραίους, οἱ δὲ οὐκ ἂν συνελάβοντο τοῦ στρατεύματος τοῦ
ἐπὶ Σάμον ταύτης εἵνεκεν τῆς αἰτίης
. νῦν δὲ αἰεὶ ἐπείτε
ἔκτισαν τὴν νῆσον εἰσὶ ἀλλήλοισι διάφοροι |ἐόντες|
2ἑωυτοῖσι. τούτων ὦν εἵνεκεν ἀπεμνησικάκεον τοῖσι Σαμίοισι
οἱ Κορίνθιοι. ἀπέπεμπε δὲ ἐς Σάρδις ἐπ᾽ ἐκτομῇ Περιαν-
δρος τῶν πρώτων Κερκυραίων ἐπιλέξας τοὺς παῖδας τιμωρεύ-
μενος: πρότεροι γὰρ οἱ Κερκυραῖοι ἦρξαν ἐς αὐτὸν πρῆγμα
50ἀτάσθαλον ποιήσαντες. ἐπείτε γὰρ τὴν ἑωυτοῦ γυναῖκα
Μέλισσαν Περίανδρος ἀπέκτεινε, συμφορὴν τοιήνδε οἱ
ἄλλην συνέβη πρὸς τῇ γεγονυίῃ γενέσθαι
: ἦσάν οἱ ἐκ
Μελίσσης δύο παῖδες, ἡλικίην ὁ μὲν ἑπτακαίδεκα, ὁ δὲ
2ὀκτωκαίδεκα ἔτεα γεγονώς. τούτους ὁ μητροπάτωρ Προ-
κλέης, ἐὼν ᾽Eπιδαύρου τύραννος, μεταπεμψάμενος παρ᾽
ἑωυτὸν ἐφιλοφρονέετο, ὡς οἰκὸς ἦν θυγατρὸς ἐόντας τῆς
ἑωυτοῦ παῖδας. ἐπείτε δέ σφεας ἀπεπέμπετο, εἶπε προ-
3πέμπων αὐτούς: Ἆρα ἴστε, ὦ παῖδες, ὃς ὑμέων τὴν μητέρα
ἀπέκτεινε; τοῦτο τὸ ἔπος ὁ μὲν πρεσβύτερος αὐτῶν ὲν
οὐδενὶ λόγῳ ἐποιήσατο
: ὁ δὲ νεώτερος, τῷ οὔνομα ἦν
Λυκόφρων, ἤλγησε ἀκούσας οὕτως ὥστε ἀπικόμενος ἐς τὴν
Κόρινθον ἅτε φονέα τῆς μητρὸς τὸν πατέρα οὔτε προσεῖπε,
διαλεγομένῳ τε οὔ τι προσδιελέγετο ἱστορεοντί τε λόγον
οὐδένα ἐδίδου. τέλος δέ μιν περιθύμως ἔχων ὁ Περίανδρος
51ἐξελαύνει ἐκ τῶν οἰκίων. ἐξελάσας δὲ τοῦτον ἱστόρεε τὸν
πρεσβύτερον τά σφι ὁ μητροπάτωρ διελέχθη. ὁ δέ οἱ
ἀπηγέετο ὥς σφεας φιλοφρόνως ἐδέξατο, ἐκείνου δὲ τοῦ
ἔπεος τό σφι ὁ Προκλέης ἀποστέλλων εἶπε, ἅτε οὐ νόῳ
λαβών, οὐκ ἐμέμνητο
. Περίανδρος δὲ οὐδεμίαν μηχανὴν
ἔφη εἶναι μὴ οὔ σφι ἐκεῖνον ὑποθέσθαι τι
, ἐλιπάρεέ τε
2ἱστορέων. ὁ δὲ ἀναμνησθεὶς εἶπε καὶ τοῦτο. Περίανδρος
δὲ νόῳ λαβὼν [καὶ τοῦτο] καὶ μαλακὸν ἐνδιδόναι βουλό-
μενος οὐδέν
, τῇ ὁ ἐξελασθεὶς ὑπ᾽ αὐτοῦ παῖς δίαιταν
ἐποιέετο
, ἐς τούτους πέμπων ἄγγελον ἀπηγόρευε μή μιν
3δέκεσθαι οἰκίοισι. ὁ δὲ ὅκως ἀπελαυνόμενος ἔλθοι ἐς
ἄλλην οἰκίην, ἀπηλαύνετ᾽ ἂν καὶ ἀπὸ ταύτης, ἀπειλέοντός
τε τοῦ Περιάνδρου τοῖσι δεξαμένοισι καὶ ἐξέργειν κελεύοντος.
ἀπελαυνόμενος δ᾽ ἂν ἤιε ἐπ᾽ ἑτέρην τῶν ἑταίρων: οἱ δὲ ἅτε
Περιάνδρου ἐόντα παῖδα, καίπερ δειμαίνοντες, ὄμως ἐδέκοντο.
52τέλος δὲ ὁ Περίανδρος κήρυγμα ἐποιήσατο, ὃς ἄν ἥ οἰκίοισι
ὑποδέξηταί μιν ἢ προσδιαλεχθῇ, ἱρὴν ζημίην τοῦτον τῷ
2᾽Aπόλλωνι ὀφείλειν, ὅσην δὴ εἴπας. πρὸς ὦν δὴ τοῦτο
τὸ κήρυγμα
οὔτε τίς οἱ διαλέγεσθαι οὔτε οἰκίοισι δέκεσθαι
ἤθελε: πρὸς δὲ οὐδὲ αὐτὸς ἐκεῖνος ἐδικαίου πειρᾷσθαι ἀπει-
ρημένου, ἀλλὰ διακαρτερέων ἐν τῇσι στοιῇσι ἐκαλινδέετο.
3τετάρτῃ δὲ ἡμέρῃ ἰδών μιν ὁ Περίανδρος ἀλουσίῃσί τε καὶ
ἀσιτίῃσι συμπεπτωκότα οἴκτιρε: ὑπεὶς δὲ τῆς ὀργῆς ἤιε
ἆσσον
καὶ ἔλεγε: ‘ὦ παῖ, κότερα τούτων αἰρετώτερά ἐστι,
ταῦτα τὰ νῦν ἔχων πρήσσεις, ἢ τὴν τυραννίδα καὶ
ἀγαθὰ τὰ νῦν ἐγὼ ἔχω, ταῦτα ἐόντα τῷ πατρὶ ἐπιτήδεον
4παραλαμβάνειν; ὃς ἐὼν ἐμός τε παῖς καὶ Κορίνθου τῆς
εὐδαίμονος βασιλεὺς ἀλήτην βίον εἵλευ, ἀντιστατέων τε
καὶ ὀργῇ χρεώμενος ἐς τόν σε ἥκιστα ἐχρῆν. εἰ γάρ τις
συμφορὴ ἐν αὐτοῖσι γέγονε, ἐξ ἧς ὑποψίην ἐς ἐμὲ ἔχεις,
ἐμοί τε αὕτη γέγονε καὶ ἐγὼ αὐτῆ τὸ πλεῦν μετοχός εἰμι,
5ὅσῳ αὐτός σφεα ἐξεργασάμην. σὺ δὲ μαθὼν ὅσῳ φθονέε-
σθαι κρέσσον ἐστὶ ἢ οἰκτίρεσθαι, ἅμα τε οκοῖόν τι ἐς τοὺς
τοκέας καὶ ἐς τοὺς κρέσσονας τεθυμῶσθαι
, ἄπιθι ἐς τὰ
6οἰκία. Περίανδρος μὲν τούτοισι αὐτὸν κατελάμβανε, ὁ δὲ
ἄλλο μὲν οὐδὲν ἀμείβεται τὸν πατέρα, ἔφη δέ μιν ἱρὴν
ζημίην ὀφείλειν τῷ θεῷ ἑωυτῷ ἐς λόγους ἀπικόμενον
.
μαθὼν δὲ ὁ Περίανδρος ὡς ἄπορόν τι τὸ κακὸν εἴη τοῦ
παιδὸς καὶ ἀνίκητον
, ἐξ ὀφθαλμῶν μιν ἀποπέμπεται στείλας
7πλοῖον ἐς Κέρκυραν: ἐπεκράτεε γὰρ καὶ ταύτης. ἀπο-
στείλας δὲ τοῦτον ὁ Περίανδρος ἐστρατεύετο ἐπὶ τὸν
πενθερὸν Προκλέα, ὡς τῶν παρεόντων οἱ πρηγμάτων ἐόντα
αἰτιώτατον, καὶ εἷλε μὲν τὴν ἔπίδαυρον, εἷλε δὲ αὐτὸν
53Προκλέα καὶ ἐζώγρησε. ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος
ο [τε] Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ
οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾷν τε καὶ διέπειν,
πέμπων ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν
τυραννίδα: ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὐκ
2ἐνώρα, ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος. ὁ δὲ Λυκό-
φρων οὐδὲ ἀνακρίσιος ξίωσε τὸν φέροντα τὴν ἀγγελίην.
Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστελλε
ἐπ᾽ αὐτὸν τὴν ἀδελφεήν, ἑωυτοῦ δὲ θυγατέρα, δοκέων μιν
3μάλιστα ταύτης ἂν πείθεσθαι. ἀπικομένης δὲ ταύτης καὶ
λεγούσης: ‘ὦ παῖ, βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους
πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾷλλον
ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν; ἄπιθι ἐς τὰ οἰκία, παῦσαι
4σεωυτὸν ζημιῶν. ἡ φιλοτιμίη κτῆμα σκαιόν: μὴ τῷ κακῷ
τὸ κακὸν ἰῶ
. πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτι-
θεῖσι
. πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια
ἀπέβαλον. τυραννὶς χρῆμα σφαλερόν, πολλοὶ δὲ αὐτῆς
ἐρασταί εἰσι, ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς: μὴ δῷς
5τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι. ἡ μὲν δ τὰ ἐπαγωγότατα
διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν
, ὁ δὲ ὑποκρι-
νόμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον, ἔστ᾽ ἂν πυνθάνηται
6περιεόντα τὸν πατέρα. ἀπαγγειλάσης δὲ ταύτης ταῦτα
τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς
μὲν ἐς Κέρκυραν ἥκειν, ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον
7ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος. καται-
νέσαντος δ᾽ ἐπὶ τούτοισι τοῦ παιδὸς ὁ μὲν Περίανδρος
ἐστέλλετο ἐς τὴν Κέρκυραν, ὁ δὲ παῖς [οἱ] ἐς τὴν Κόρινθον.
μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα, ἵνα μή σφι
Περίανδρος ἐς τὴν χώρην ἀπίκηται, κτείνουσι τὸν νεηνίσκον.
ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο.
54Λακεδαιμόνιοι δὲ στόλω μεγάλῳ ὡς ἀπίκοντο, ἐπολιόρκεον
Σάμον: προσβαλόντες δὲ πρὸς τὸ τεῖχος τοῦ μἐν πρὸς
θαλάσσῃ ἑστεῶτος πύργου κατὰ τὸ προάστιον τῆς πόλιος
ἐπέβησαν
, μετὰ δὲ αὐτοῦ βοηθήσαντος Πολυκράτεος χειρὶ
2πολλῇ ἀπηλάσθησαν. κατὰ δὲ τὸν ἐπάνω πύργον τὸν ἐπὶ
τῆς ðάχιος τοῦ ὄρεος ἐπεόντα
ἐπεξῆλθον οἵ τε ἐπίκουροι καὶ
αὐτῶν Σαμίων συχνοί, δεξάμενοι δὲ τοὺς Λακεδαιμονίους
ἐπ᾽ ὀλίγον χρόνον ἔφευγον ὀπίσω: οἱ δὲ ἐπισπόμενοι
55ἔκτεινον. εἰ μέν νυν οἱ παρεόντες Λακεδαιμονίων ὅμοιοι
ἐγίνοντο ταύτην τὴν ἡμέρην ᾽Aρχίῃ τε καὶ Λυκώπῃ, αἱρέθη
ἂν Σάμος
. ᾽Aρχίης γὰρ καὶ Λυκώπης μοῦνοι συνεσπεσόντες
φεύγουσι ἐς τὸ τεῖχος τοῖσι Σαμίοισι καὶ ἀποκληισθέντες
τῆς ὀπίσω ὁδοῦ ἀπέθανον ἐν τῇ πόλι τῇ Σαμίων
.
2τρίτῳ δὲ ἀπ᾽ ᾽Aρχίεω τούτου γεγονότι ἄλλῳ ᾽Aρχίῃ τῷ
Σαμίου τοῦ ᾽Aρχίεω αὐτὸς ἐν Πιτάνῃ συνεγενόμην (δήμου
γὰρ τούτου ἦν), ὃς ξείνων πάντων μάλιστα ἐτίμα τε
Σαμίους καί οἱ τῷ πατρὶ ἔφη Σάμιον τοὔνομα τεθῆναι,
ὅτι οἱ ὁ πατὴρ ᾽Aρχίης ὲν Σάμῳ ἀριστεύσας ἐτελεύτησε.
τιμᾷν δὲ Σαμιους ἔφη, διότι ταφῆναί οἱ τὸν πάππον
56δημοσίῃ ὑπὸ Σαμίων. Λακεδαιμόνιοι δέ, ὥς σφι τεσσε-
ράκοντα ἐγεγόνεσαν ἡμέραι πολιορκέουσι Σάμον ἐς τὸ
πρόσω τε οὐδὲν προεκόπτετο τῶν πρηγμάτων
, ἀπαλλάσσοντο
2ἐς Πελοπόννησον. ὡς δὲ ὁ ματαιότερος λόγος ὅρμηται
λέγεσθαι, Πολυκράτεα ἐπιχώριον νόμισμα κόψαντα πολλὸν
μολύβδου καταχρυσώσαντα δοῦναί σφι
, τοὺς δὲ δεξαμένους
οὕτω δὴ ἀπαλλάσσεσθαι. ταύτην πρώτην στρατιὴν ἐς τὴν
57᾽Aσίην Λακεδαιμόνιοι ‘δωριέες ἐποιήσαντο. οἱ δ᾽ ἐπὶ τὸν
Πολυκράτεα στρατευσάμενοι Σαμίων, ἐπεὶ οἱ Λακεδαιμόνιοι
αὐτοὺς ἀπολείπειν ἔμελλον, καὶ αὐτοὶ ἀπέπλεον ἐς Σίφνον:
2χρημάτων γὰρ ἐδέοντο, τὰ δὲ τῶν Σιφνίων πρήγματα ἤκμαζε
τοῦτον τὸν χρόνον, καὶ νησιωτέων μάλιστα ἐπλούτεον
, ἅτε
ἐόντων αὐτοῖσι ἐν τῇ νήσῳ χρυσέων καὶ ἀργυρέων μετάλλων
,
οὕτω ὥστε ἀπὸ τῆς δεκάτης τῶν γινομένων αὐτόθεν χρημάτων
θησαυρὸς ἐν ‘δελφοῖσι ἀνάκειται ὅμοια τοῖσι πλουσιωτάτοισι:
αὐτοὶ δὲ τὰ γινόμενα [ἐν] τῷ ἐνιαυτῷ ἑκάστῳ χρήματα διε-
3νέμοντο. ὅτε ὦν ἐποιεῦντο τὸν θησαυρόν, ἐχρέωντο τῷ
χρηστηρίῳ εἰ αὐτοῖσι τὰ παρεόντα ἀγαθὰ οἷά τέ ἐστι πολλὸν
χρόνον παραμένειν: ἡ δὲ Πυθίη ἔχρησέ σφι τάδε:

4 ᾽Aλλ᾽ ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται
λεύκοφρύς τ᾽ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς
φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ᾽ ἐρυθρόν
.

τοῖσι δὲ Σιφνίοισι ἦν τότε ἡ ἀγορὴ καὶ τὸ πρυτανήιον Παρίῳ

58 λίθῳ σκημένα. τοῦτον τὸν χρησμὸν οὐκ οἷοί τε ἦσαν
γνῶναι
οὔτε τότε ἰθὺς οὔτε τῶν Σαμίων ἀπιγμένων. ἐπείτε
γὰρ τάχιστα
πρὸς τὴν Σίφνον προσῖσχον οἱ Σάμιοι, ἔπεμπον
2τῶν νεῶν μίαν πρέσβεας ἄγουσαν ἐς τὴν πόλιν. τὸ δὲ
παλαιὸν ἅπασαι αἱ νέες ἦσαν μιλτηλιφέες: καὶ ἦν τοῦτο
τὸ ἡ Πυθίη προηγόρευε τοῖσι Σιφνίοισι φυλάξασθαι τὸν
3ξύλινον λόχον κελεύουσα καὶ κήρυκα ἐρυθρόν. ἀπικόμενοι
ὦν οἱ ἄγγελοι ἐδέοντο τῶν Σιφνίων δέκα τάλαντά σφι
χρῆσαι: οὐ φασκόντων δὲ χρήσειν τῶν Σιφνίων αὐτοῖσι οἱ
4Σάμοι τοὺς χώρους αὐτῶν ἐπόρθεον. πυθόμενοι δ᾽ ἰθὺς
ἦκον οἱ Σίφνιοι βοηθέοντες καὶ συμβαλόντες αὐτοῖσι ἑσσώ-
θησαν, καὶ αὐτῶν πολλοὶ ἀπεκληίσθησαν τοῦ ἄστεος ὑπὸ
τῶν Σαμίων: καὶ αὐτοὺς μετὰ ταῦτα ἑκατὸν τάλαντα ἔπρηξαν.
59παρὰ δὲ ᾽Eρμιονέων νῆσον ἀντὶ χρημάτων παρέλαβον, õUδρέαν
τὴν ἐπὶ Πελοποννήσῳ
, καὶ αὐτὴν Tροιζηνίοισι παρακατέθεντο:
αὐτοὶ δὲ Κυδωνίην τὴν ἐν Κρήτῃ ἔκτισαν οὐκ ἐπὶ τοῦτο
2πλέοντες, ἀλλἀ Fακυνθίους ἐξελῶντες ἐκ τῆς νήσου. ἔμειναν
δ᾽ ἐν ταύτῃ καὶ εὐδαιμονησαν ἐπ᾽ ἔτεα πέντε, ὥστε τὰ ἱρὰ
τὰ ἐν Κυδωνίῃ ἐόντα νῦν οὗτοί εἰσι οἱ ποιήσαντες καὶ τὸν
3τῆς ‘δικτύνης νηόν. ἕκτῳ δὲ ἔτεϊ Aἰγινῆται αὐτοὺς ναυμαχίῃ
νικήσαντες νδραποδίσαντο μετὰ Κρητῶν καὶ τῶν νεῶν
καπρίους ἐχουσέων τὰς πρώρας κρωτηρίασαν
καὶ ἀνέθεσαν
4ἐς τὸ ἱρὸν τῆς ᾽Aθηναίης τῆς ἐν Aἰγίνῃ. ταῦτα δὲ ἐποίησαν
ἔγκοτον ἔχοντες Σαμίοισι Aἰγινῆται. πρότεροί γὰρ Σάμιοι
ἐπ᾽ ᾽Aμφικράτεος βασιλεύοντος ἐν Σάμῳ στρατευσάμενοι ἐπ᾽
Aἴγιναν μεγάλα κακὰ ἐποίησαν Aἰγινήτας καὶ ἔπαθον ὑπ᾽
ἐκείνων
. ἡ μὲν αἰτίη αὕτη.
60Eμήκυνα δὲ περὶ Σαμίων μᾷλλον, ὅτι σφι τρία ἐστὶ
μέγιστα πάντων
Ἑλλήνων ἐξεργασμένα, ὄρεός τε ὑψηλοῦ
ἐς πεντήκοντα καὶ ἑκατὸν ὀργυιάς, τούτου ὄρυγμα κάτωθεν
2ἀρξάμενον, ἀμφίστομον. τὸ μὲν μῆκος τοῦ ὀρύγματος ἑπτὰ
στάδιοί
εἰσι, τὸ δὲ ὕψος καὶ εὖρος ὀκτὼ ἐκάτερον πόδες.
διὰ παντὸς δὲ αὐτοῦ ἄλλο ὄρυγμα εἰκοσίπηχυ βάθος ὀρώ-
ρυκται, τρίπουν δὲ τὸ εὖρος, δι᾽ οὗ τὸ ὕδωρ ὀχετευόμενον
διὰ σωλήνων
παραγίνεται ἐς τὴν πόλιν ἀγόμενον ἀπὸ
3μεγάλης πηγῆς. ἀρχιτέκτων δὲ τοῦ ὀρύγματος τούτου
ἐγένετο Μεγαρεὺς Eὐπαλῖνος ‘ναυστρόφου. τοῦτο μὲν δὴ
ἓξν τῶν τριῶν ἐστι, δεύτερον δὲ περὶ λιμένα χῶμα ἐν θαλάσσῃ,
βάθος καὶ εἴκοσι ὀργυιέων, μῆκος δὲ τοῦ χώματος μέζον δύο
4σταδίων. τρίτον δέ σφί ἐξέργασται νηὸς μέγιστος πάντων
νηῶν τῶν ἡμεῖς ἴδμεν
, τοῦ ἀρχιτέκτων πρῶτος ἐγένετο
úQοῖκος Φίλεω ἐπιχώριος. τούτων εἵνεκεν μᾷλλόν τι περὶ
Σαμίων ἐμήκυνα
.

Return to GREK2320 Introductory Page.