Herodotus, The Histories

Book 3, Chapters 61—87

61Καμβύσῃ δὲ τῷ Κύρου χρονίζοντι περὶ Aἴγυπτον καὶ
παραφρονήσαντι ἐπανιστέαται ἄνδρες μάγοι δύο ἀδελφεοί,
τῶν τὸν ἕτερον κατελελοίπεε τῶν οἰκίων μελεδωνὸν ὁ
Καμβύσης. οὗτος δὴ ὦν οἱ ἐπανέστη μαθών τε τὸν Σμέρ-
διος θάνατον ὡς κρύπτοιτο γενόμενος
, καὶ ὡς ὀλίγοι εἴησαν
οἱ ἐπιστάμενοι αὐτὸν Περσέων, οἱ δὲ πολλοὶ περιεόντα μιν
2εἰδείησαν. πρὸς ταῦτα βουλεύσας τάδε ἐπεχείρησε τοῖσι
βασιληίοισι
: ἦν οἱ ἀδελφεός, τὸν εἶπά οἱ συνεπαναστῆναι,
οἰκὼς μάλιστα τὸ εἶδος Σμέρδι τῷ Κύρου, τὸν ὁ Καμβύσης,
ἐόντα ἑωυτοῦ ἀδελφεόν, ἀπέκτεινε. ἦν τε δὴ ὅμοιος εἶδος
3τῷ Σμέρδι καὶ δὴ καὶ οὐνομα τὠυτὸ εἶχε Σμέρδιν. τοῦτον
τὸν ἄνδρα ἀναγνώσας ὁ μάγος Πατιζείθης ὥς οἱ αὐτὸς πάντα
διαπρήξει, εἷσε ἄγων ἐς τὸν βασιλήιον θρόνον. ποιήσας
δὲ τοῦτο κήρυκας τῇ τε ἄλλῃ διέπεμπε καὶ δὴ καὶ ἐς Aἴγυπτον
προερέοντα
τῷ στρατῷ ὡς Σμέρδιος τοῦ Κύρου ἀκουστέα εἴη
62τοῦ λοιποῦ ἀλλ᾽ οὐ Καμβύσεω. οἵ τε δὴ ὦν ἄλλοι κήρυκες
προηγόρευον ταῦτα καὶ δὴ καὶ ὁ ἐπ᾽ Aἴγυπτον ταχθείς (εὕ-
ρισκε γὰρ Καμβύσεα καὶ τὸν στρατὸν ἐόντα τῆς Συρίης ἐν
᾽Aγβατάνοισι
) προηγόρευε στὰς ἐς μέσον τὰ ἐντεταλμένα
2ἐκ τοῦ μάγου. Καμβύσης δὲ ἀκούσας ταῦτα [ἐκ] τοῦ
κήρυκος καὶ ἐλπίσας μιν λέγειν ἀληθέα αὐτός τε προδεδόσθαι
ἐκ Πρηξάσπεος (πεμφθέντα γὰρ αὐτὸν ὡς ἀποκτενέοντα
Σμέρδιν οὐ ποιῆσαι ταῦτα
), βλέψας ἐς τὸν Πρηξάσπεα εἶπε:
Πρήξασπες, οὕτω μοι διέπρηξας τό τοι προσέθηκα πρῆγμα;
3ὁ δὲ εἶπε: ‘ὦ δέσποτα, οὐκ ἔστι ταῦτα ἀληθέα, ὅκως κοτέ
σοι Σμέρδις ἀδελφεὸς ὁ σὸς ἐπανέστηκε, οὐδὲ ὅκως τι ἐξ
ἐκείνου τοῦ ἀνδρὸς νεῖκός τοι ἔσται ἢ μέγα ἢ σμικρόν. ἐγὼ
γὰρ αὐτὸς ποιήσας τὰ σύ με ἐκέλευες ἔθαψά μιν χερσὶ τῆσι
4ἐμεωυτοῦ. εἰ μέν νυν οἱ τεθνεῶτες ἀνεστέασι, προσδέκεό
τοι καὶ ᾽Aστυάγεα τὸν Μῆδον ἐπαναστήσεσθαι: εἰ δ᾽ ἔστι
ὥσπερ πρὸ τοῦ
, οὐ μή τι τοι ἔκ γε ἐκείνου νεώτερον ἀνα-
βλάστῃ
. νῦν ὦν μοι δοκέει μεταδιώξαντας τὸν κήρυκα
ἐξετάζειν εἴρωτῶντας παρ᾽ ὅτευ ἥκων προαγορεύει ἡμῖν
63Σμέρδιος βασιλέος ἀκούειν. ταῦτα εἴπαντος Πρηξάσπεος
(ἤρεσε γὰρ Καμβύσῃ), αὐτίκα μεταδίωκτος γενόμενος ὁ κῆρυξ
ἥκε: ἀπιγμένον δέ μιν εἴρετο ὁ Πρηξάσπης τάδε: ôYνθρωπε,
φὴς γὰρ ἥκειν παρὰ Σμέρδιος τοῦ Κύρου ἄγγελος. νῦν ὦν
εἴπας τὴν ἀληθείην ἄπιθι χαίρων, κότερα αὐτός τοι Σμέρδις
φαινόμενος ἐς ὄψιν ἐνετέλλετο ταῦτα ἢ τῶν τις ἐκείνου
2ὑπηρετέων. ὁ δὲ εἶπε: ᾽Eγὼ Σμέρδιν μὲν τὸν Κύρου, ἐξ
ὅτευ
βασιλεὺς Καμβύσης ἤλασε ἐπ᾽ Aἴγυπτον, οὔκω ὄπωπα:
ὁ δέ μοι μάγος, τὸν Καμβύσης ἐπίτροπον τῶν οἰκίων ἀπέδεξε,
οὖτος ταῦτα ἐνετείλατο, φὰς Σμέρδιν τὸν Κύρου εἶναι τὸν
3ταῦτα ἐπιθέμενον εἶπαι πρὸς ὑμέας. ὁ μὲν δή σφι ἔλεγε
οὐδὲν ἐπίκαταψευσάμενος, Καμβύσης δὲ εἶπε: Πρήξασπες,
σὺ μὲν οἷα ἀνὴρ ἀγαθὸς ποιήσας τὸ κελευόμενον αἰτίην
ἐκπέφευγας
: ἐμοὶ δὲ τίς ἂν εἴη Περσέων ὁ ὲπανεστεὼς
4ἐπιβατεύων τοῦ Σμέρδιος οὐνόματος; ὁ δὲ εἶπε: ᾽Eγώ μοι
δοκέω συνιέναι τὸ γεγονὸς τοῦτο, ὦ βασιλεῦ: οἱ μάγοι εἰσί
τοι ἐπανεστεῶτες, τόν τε ἔλιπες μελεδωνὸν τῶν οἰκίων,
64Πατιζείθης καὶ ὁ τούτου ἀδελφεὸς Σμέρδις. ἐνθαῦτα ἀκού-
σαντα Καμβύσεα τὸ Σμέρδιος οὔνομα ἔτυψε ἡ ἀληθείη τῶν
τε λόγων
καὶ τοῦ ἐνυπνίου: ὃς ἐδόκεε ἐν τῷ ὕπνῳ ἀπαγγεῖλαί
τινά οἱ ὡς Σμέρδις ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ψαύσειε
2τῇ κεφαλῇ τοῦ οὐρανοῦ. μαθὼν δὲ ὡς μάτην ἀπολωλεκὼς
εἴη τὸν ἀδελφεόν
, ἀπέκλαιε Σμέρδιν, ἀποκλαύσας δὲ καὶ
περιημεκτήσας τῇ πάσῃ συμφορῆ ἀναθρώσκει ἐπὶ τὸν
ἵππον, ἐν νόῳ ἔχων τὴν ταχίστην ἐς Σοῦσα στρατεύεσθαι
3ἐπὶ τὸν μάγον. καί οἱ ἀναθρώσκοντι ἐπὶ τὸν ἵππον τοῦ
κολεοῦ τοῦ ξίφεος ὁ μύκης ἀποπίπτει
, γυμνωθὲν δὲ τὸ ξίφος
παίει τὸν μηρόν: τρωματισθεὶς δὲ κατὰ τοῦτο τῇ αὐτὸς
πρότερον τὸν τῶν Aἰγυπτίων θεὸν Ἆπιν ἔπληξε, ὥς οἱ
καιρίῃ ἔδοξε τετύφθαι
, εἴρετο ὁ Καμβύσης ὅ τι τῇ πόλι
4οὔνομα εἴη. οἱ δὲ εἶπαν ὅτι ᾽Aγβάτανα. τῷ δὲ ἔτι πρό-
τερον ἐκέχρηστο
ἐκ Bουτοῦς πόλιος ἐν ᾽Aγβατάνοισι τελευ-
τήσειν τὸν βίον. ὁ μὲν δὴ ὲν τοῖσι Μηδικοῖσι ᾽Aγβατάνοισι
ἐδόκεε τελευτήσειν γηραιός, ἐν τοῖσί οἱ ἦν τὰ πάντα
πρήγματα, τὸ δὲ χρηστήριον &μτ;ἐν&ητ; τοῖσι ἐν Συρίῃ ᾽Aγβατάνοισι
5ἔλεγε ἄρα. καὶ δὴ ὡς τότε ἐπειρόμενος ἐπύθετο τῇς πόλιος
τὸ οὔνομα, ὑπὸ τῆς συμφορῆς τῆς τε ἐκ τοῦ μάγου ἐκπεπλη-
γμένος καὶ τοῦ τρώματος ἐσωφρόνησε
, συλλαβὼν δὲ τὸ
θεοπρόπιον εἶπε: ᾽Eνθαῦτα Καμβύσεα τὸν Κύρου ἐστὶ πε-
65πρωμένον τελευτᾷν. τότε μὲν τοσαῦτα, ἡμέρῃσι δὲ ὕστερον
ὡς εἴκοσι μεταπεμψάμενος Περσέων τῶν παρεόντων τοὺς
λογιμωτάτους ἔλεγέ σφι τάδε: ‘ὦ Περσαι, καταλελάβηκέ
με, τὸ πάντων μάλιστα ἔκρυπτον πρηγμάτων, τοῦτο ἐς
2ὑμεας ἐκφῆναι. ἐγὼ γὰρ ἐὼν ἐν Aἰγύπτω εἶδον ὄψιν ἐν
τῷ ὕπνῳ, τὴν μηδαμὰ ὤφελον ἰδεῖν: ἐδόκεον δέ μοι ἄγγελον
ἐλθόντα ἐξ οἴκου ἀγγελλειν ὡς Σμέρδις ἱζόμενος ἐς τὸν
3βασιλήων θρόνον ψαύσείε τῇ κεφαλῇ τοῦ οὐρανοῦ. δείσας
δὲ μὴ ἀπαιρεθέω τὴν ἀρχὴν πρὸς τοῦ ἀδελφεοῦ, ἐποίησα
ταχύτερα ἢ σοφώτερα
: ἐν τῇ γὰρ ἀνθρωπηίῃ φύσι οὐκ ἐνῆν
ἄρα τὸ μέλλον γίνεσθαι ἀποτρέπειν
, ἐγὼ δὲ ὁ μάταιος
Πρηξάσπεα ἀποπέμπω ἐς Σοῦσα ἀποκτενέοντα Σμέρδιν.
ἐξεργασθέντος δὲ κακοῦ τοσούτου ἀδεῶς διαιτώμην, οὐδαμὰ
ἐπιλεξάμενος μή κοτέ τίς μοι Σμέρδιος ὑπαραιρημένου ἄλλος
4ἐπανασταίη ἀνθρώπων. παντὸς δὲ τοῦ μέλλοντος ἔσεσθαι
μαρτὼν
ἀδελφεοκτόνος τε οὐδὲν δέον γέγονα καὶ τῆς
βασιληίης οὐδὲν ἦσσον ἐστέρημαι. Σμέρδις γὰρ δὴ ἦν
ὁ μάγος τόν μοι ὁ δαίμων προέφαινε ἐν τῇ ὄψι ἐπαναστή-
5σεσθαι. τὸ μὲν δὴ ἔργον ἐξέργασταί μοι, καὶ Σμέρδιν τὸν
Κύρου μηκέτι ὑμῖν ἐόντα λογίζεσθε
: οἱ δὲ ὑμῖν μάγοι
κρατέουσι τῶν βασιληίων, τόν τε ἔλιπον ἐπίτροπον τῶν
οἰκίων καὶ ὁ ἐκείνου ἀδελφεὸς Σμέρδις. τὸν μέν νυν
μάλιστα χρῆν ἐμεῦ αἰσχρὰ πρὸς τῶν μάγων πεπονθότος
τιμωρέειν ἐμοί, οὗτος μὲν ἀνοσίῳ μόρῳ τετελεύτηκε ὑπὸ
6τῶν ἑωυτοῦ οἰκηιοτάτων: τούτου δὲ μηκετι ἐόντος, δεύτερα
τῶν λοιπῶν ὑμῖν, ὦ Περσαι, γίνεταί μοι ἀναγκαιότατον
ἐντέλλεσθαι τὰ θέλω μοι γενέσθαι τελευτῶν τὸν βίον
: καὶ
δὴ ὑμῖν τάδε ἐπισκήπτω θεοὺς τοὺς βασιληίους ἐπικαλέων,
καὶ πᾷσι ὑμῖν καὶ μάλιστα ᾽Aχαιμενιδέων τοῖσι παρεοῦσι,
μὴ περιιδεῖν τὴν ἡγεμονίην αὖτις ἐς Μήδους περιελθοῦσαν,
ἀλλ᾽ εἴτε δόλῳ ἔχουσι αὐτὴν κτησάμενοι, δόλῳ ἀπαιρεθῆναι
ὑπὸ ὑμέων
, εἴτε καὶ σθένος τεῳ κατεργασάμενοι, σθένεϊ
7κατὰ τὸ καρτερὸν ἀνασώσασθαι. καὶ ταῦτα μὲν ποιεῦσι
ὑμῖν
γῆ τε καρπὸν ἐκφέροι καὶ γυναῖκές τε καὶ ποῖμναι
τίκτοιεν, ἐοῦσι ὲς τὸν ἅπαντα χρόνον ἐλευθέροισι: μὴ δὲ
ἀνασωσαμένοισι
τὴν ἀρχὴν μηδ᾽ ἐπιχειρήσασι ἀνασώζειν
τὰ ἐναντία τούτοισι ἀρῶμαι ὑμῖν γενέσθαι, καὶ πρὸς ἔτι
τούτοισι
τὸ τέλος Περσέων ἑκάστῳ ἐπιγενέσθαι οἷον ἐμοὶ
ἐπιγέγονε. ἅμα τε εἴπας ταῦτα ὁ Καμβύσης ἀπέκλαιε
66πᾷσαν τὴν ἑωυτοῦ πρῆξιν. Πέρσαι δὲ ὡς τὸν βασιλέα
εἶδον ἀνακλαύσαντα, πάντες τά τε ἐσθῆτος ἐχόμενα εἶχον,
2ταῦτα κατηρείκοντο καὶ οἰμωγῇ ἀφθόνῳ διεχρέωντο. μετὰ
δὲ ταῦτα ὡς ἐσφακέλισέ τε τὸ ὀστέον καὶ ὁ μηρὸς τάχιστα
ἐσάπη, ἀπήνεικε Καμβύσεα
τὸν Κύρου, βασιλεύσαντα μὲν
τὰ πάντα ἑπτὰ ἔτεα καὶ πέντε μῆνας, ἄπαιδα δὲ τὸ παρά-
3παν ἐόντα ἔρσενος καὶ θήλεος γόνου. Περσέων δὲ τοῖσι
παρεοῦσι ἀπιστίη πολλὴ ὑπεκέχυτο τοὺς μάγους ἔχειν τὰ
πρήγματα
, ἀλλ᾽ πιστέατο ἐπὶ διαβολῇ εἰπεῖν Καμβύσεα
τὰ εἶπε περὶ τοῦ Σμέρδιος θανάτου, ἵνα οἱ ἐκπολεμωθῇ πᾷν
67τὸ Περσικόν. οὗτοι μέν νυν πιστέατο Σμέρδιν τὸν Κύρου
βασιλέα ἐνεστεῶτα: δεινῶς γὰρ καὶ ὁ Πρηξάσπης ἔξαρνος
ἦν μὴ μὲν ἀποκτεῖναι Σμέρδιν
: οὐ γὰρ ἦν οἱ ἀσφαλὲς
Καμβύσεω τετελευτηκότος φάναι τὸν Κύρου υἱὸν ἀπολω-
2λεκέναι αὐτοχείρίῃ. ὁ δὲ δὴ μάγος τελευτήσαντος Καμβύσεω
ἀδεῶς ἔβασιλευσε, ἐπιβατεύων τοῦ ὁμωνύμου Σμέρδιος τοῦ
Κύρου
, μῆνας ἑπτὰ τοὺς ἐπιλοίπους Καμβύσῃ ἐς τὰ ὀκτὼ
3ἔτεα τῆς πληρώσιος: ἐν τοῖσι ἀπεδέξατο ἐς τοὺς ὑπηκόους
πάντας εὐεργεσίας μεγάλας, ὥστε ἀποθανόντος αὐτοῦ πόθον
ἔχειν πάντας τοὺς ἐν τῇ ᾽Aσίῃ, πάρεξ αὐτῶν Περσέων
.
διαπέμψας γὰρ ὁ μάγος ἐς πᾷν ἔθνος τῶν ἦρχε προεῖπε
68ἀτελείην εἶναι στρατηίης καὶ φόρου ἐπ᾽ ἔτεα τρία. προεῖπε
μὲν δὴ ταῦτα αὐτίκα ἐνιστάμενος ἐς τὴν ἀρχήν, ὀγδόῳ δὲ
μηνὶ ἐγένετο κατάδηλος τρόπῳ τοιῷδε: ᾽Oτάνης ἦν Φαρ-
νάσπεω μὲν παῖς, γένεϊ δὲ καὶ χρήμασι ὅμοιος τῶ πρώτῳ
2Περσέων: οὗτος ὁ ᾽Oτάνης πρῶτος ὑπώπτευσε τὸν μάγον
ὡς οὐκ εἴη ὁ Κύρου Σμέρδις ἀλλ᾽ ὅς περ ἦν, τῇδε συμβαλ-
λόμενος
, ὅτι τε οὐκ ἐξεφοίτα ἐκ τῆς ἀκροπόλιος καὶ ὅτι
οὐκ ἐκάλεε ἐς ὄψιν ἑωυτῷ οὐδένα τῶν λογίμων Περσέων.
3ὑποπτεύσας δέ μιν ἐποίεε τάδε: ἔσχε αὐτοῦ Καμβύσης
θυγατέρα, τῇ οὔνομα ἦν Φαιδυμίη: τὴν αὐτὴν δὴ ταύτην
εἶχε τότε ὁ μάγος καὶ ταύτῃ τε συνοίκεε καὶ τῇσι ἄλλῃσι
πάσῃσι τῇσι τοῦ Καμβύσεω γυναιξί
. πέμπων δὴ ὦν ὁ
᾽Oτάνης παρὰ ταύτην τὴν θυγατέρα ἐπυνθάνετο παρ᾽ ὅτεῳ
ἀνθρώπων κοιμῷτο
, εἴτε μετὰ Σμέρδιος τοῦ Κύρου εἴτε μετὰ
4ἄλλου τευ. ἡ δέ οἱ ἀντέπεμπε φαμένη οὐ γινώσκειν: οὔτε
γὰρ τὸν Κύρου Σμέρδιν ἰδέσθαι οὐδαμὰ οὔτε ὅστις εἴη
ὁ συνοικέων αὐτῇ εἰδέναι. ἔπεμπε δεύτερα ὁ ᾽Oτάνης
λέγων: Eἰ μὴ αὐτὴ Σμέρδιν τὸν Κύρου γινώσκείς, σὺ δὲ
παρὰ ᾽Aτόσσης πυθεῦ ὅτεῳ τούτῳ συνοικέει αὐτή τε ἐκείνη
καὶ σύ
: πάντως γὰρ δή κου τόν γε ἑωυτῆς ἀδελφεὸν γινώσκει.
5ἀντιπέμπει πρὸς ταῦτα ἡ θυγάτηρ: Oὔτε ᾽Aτόσσῃ δύναμαι
ἐς λόγους ἐλθεῖν οὔτε ἄλλην οὐδεμίαν ἰδέσθαι τῶν συγ-
κατημένων γυναικῶν
: ἐπείτε γὰρ τάχιστα οὗτος ὥνθρωπος,
ὅστις κοτέ ἐστι, παρέλαβε τὴν βασιληίην διἔσπέιρε ἡμέας
69ἄλλην ἄλλῃ τάξας. ἀκούοντι δὲ ταῦτα τῷ ᾽Oτάνῃ μᾷλλον
κατεφαίνετο τὸ πρῆγμα
. τρίτην δὲ ἀγγελίην ἐσπέμπει παρ᾽
2αὐτὴν λέγουσαν ταῦτα: ‘ὦ θύγατερ, δεῖ σε γεγονυῖαν εῦ
κίνδυνον ἀναλαβέσθαι τὸν τὸν ὁ πατὴρ ὑποδύνειν κελεύῃ: εἰ
γὰρ δὴ μή ἐστι ὁ Κύρου Σμέρδις ἀλλὰ τὸν καταδοκέω ἐγώ,
οὔτοι μιν σοί τε συγκοιμώμενον καὶ τὸ Περσέων κράτος
3ἔχοντα δεῖ χαίροντα ἀπαλλάσσειν, ἀλλὰ δοῦναι δίκην. νῦν
ὦν ποίησον τάδε: ἐπεάν σοι συνεύδῃ καὶ μάθῃς αὐτὸν
κατυπνωμένον, ἄφασον αὐτοῦ τὰ ὦτα: καὶ ἢν μὲν φαἴνηται
ἔχων ὦτα, νόμιζε σεωυτὴν Σμέρδι τῷ Κύρου συνοικέειν, ἢν
4δὲ μὴ ἔχων, σὺ δὲ τῷ μάγῳ Σμέρδι. ἀντιπέμπει πρὸς
ταῦτα ἡ Φαιδυμίη φαμένη κινδυνεύσειν μεγάλως, ἢν ποιῇ
ταῦτα: εἰ γὰρ δὴ μὴ τυγχάνει τὰ ὦτα ἔχων, ἐπίλαμπτος δὲ
ἀφάσσουσα ἔσται, εὖ εἰδέναι ὡς ἀϊστώσει μιν: ὁμως μέντοι
5ποιήσειν ταῦτα. ἡ μὲν δὴ ὑπεδέξατο ταῦτα τῷ πατρὶ
κατεργάσεσθαι, τοῦ δὲ μάγου τούτου τοῦ Σμέρδιος Κῦρος
ὁ Καμβύσεω ἄρχων τὰ ὦτα ἀπέταμε ἐπ᾽ αἰτίῃ δή τινι οὐ
6σμικρῇ. ἡ ὦν δὴ Φαιδυμίη αὕτη, ἡ τοῦ ᾽Oτάνεω θυγά-
τηρ, πάντα ἐπιτελέουσα τὰ ὑπεδέξατο τῷ πατρί, ἐπείτε
αὐτῆς μέρος ἐγίνετο
τῆς ἀπίξιος παρὰ τὸν μάγον (ἐν περι-
τροπῇ γὰρ δὴ αἱ γυναῖκες φοιτῶσι τοῖσι Πέρσῃσι), ἐλθοῦσα
παρ᾽ αὐτὸν ηὗδε, ὑπνωμένου δὲ καρτερῶς τοῦ μάγου ἤφασσε
τὰ ὦτα. μαθοῦσα δὲ οὐ χαλεπῶς ἀλλ᾽ εὐπετέως οὐκ ἔχοντα
τὸν ἄνδρα ὦτα, ὡς ἡμέρη τάχιστα ἐγεγόνεε, πέμψασα
70ἐσήμηνε τῷ πατρὶ τὰ γενόμενα. ὁ δὲ ᾽Oτάνης παραλαβὼν
᾽Aσπαθίνην καὶ Γωβρύην, Περσέων τε πρώτους ἐόντας καὶ
ἑωυτῷ ἐπιτηδεοτάτους ἐς πίστιν, ἀπηγήσατο πᾷν τὸ πρῆγμα:
οἱ δὲ καὶ αὐτοὶ ἄρα ὑπώπτευον οὕτω τοῦτο ἔχειν, ἀνενείκαντος
2δὲ τοῦ ᾽Oτάνεω τοὺς λόγους ἐδέξαντο. καὶ ἔδοξέ σφι
ἕκαστον ἄνδρα Περσέων προσεταιρίσασθαι τοῦτον ὅτεῳ
πιστεύει μάλιστα
. ᾽Oτάνης μέν νυν ἐσάγεται ᾽Iνταφρένεα,
3Γωβρύης δὲ Μεγάβυξον, ᾽Aσπαθίνης δὲ Ὑδάρνεα. γεγο-
νότων δὲ τούτων ἓξξ παραγίνεται ἐς τὰ Σοῦσα ‘δαρεῖος ὁ
Ὑστάσπεος
ἐκ Περσέων ἥκων: τούτων γὰρ δὴ ἦν οἱ ὁ πατὴρ
ὕπαρχος. ἐπεὶ ὦν οὗτος ἀπίκετο, τοῖσι ἓξξ τῶν Περσέων
71ἔδοξε καὶ ‘δαρεῖον προσεταιρίσασθαι. συνελθόντες δὲ οὗτοι
ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι λόγους καὶ πίστις. ἐπείτε δὲ
ἐς ‘δαρεῖον ἀπίκετο
γνώμην ἀποφαίνεσθαι, ἔλεγέ σφι τάδε:
2᾽Eγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι, ὅτι τε
ὁ μάγος εἴη ὁ βασιλεύων καὶ Σμέρδις ὁ Κύρου τετελεύτηκε:
καὶ αὐτοῦ τούτου εἱνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ
μάγῳ θάνατον. ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι
καὶ μὴ μοῦνον ἐμέ, ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερ-
3βάλλεσθαι: οὐ γὰρ ἄμεινον. εἶπε πρὸς ταῦτα ὁ ᾽Oτάνης:
‘ὦ παῖ Ὑστάσπεος, εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν
οἶκας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω
: τὴν μέντοι
ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχνε ἀβούλως, ἀλλ᾽ ἐπὶ
τὸ σωφρονέστερον
αὐτὴν λάμβανε: δεῖ γὰρ πλεῦνας γενο-
4μένους οὕτως ἐπιχειρέειν. λέγει πρὸς ταῦτα ‘δαρεῖος:
Ἄνδρες οἱ παρεόντες, τρόπῳ τῷ εἰρημένῳ ἐξ ᾽Oτάνεω εἰ
χρήσεσθε, ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα: ἐξοίσει γάρ
τις πρὸς τὸν μάγον, ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κερδεα.
5μάλιστα μέν νυν ὠφείλετε ἐπ᾽ ὑμέων αὐτῶν βαλόμενοι
ποιέειν
ταῦτα: ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε
καὶ ἐμοὶ ὑπερέθεσθε, ἢ ποιέωμεν σήμερον ἢ ἴστε ὑμῖν ὅτι
ἢν ὑπερπέσῃ ἡ νῦν ἡμέρη, ὡς οὐκ ἄλλος φθὰς ἐμεῦ κατή-
γορος ἔσται
, ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν μάγον.
72λέγει πρὸς ταῦτα ᾽Oτάνης, ἐπειδὴ ὥρα σπερχόμενον ‘δαρεῖον:
᾽Eπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι
οὐκ ἐᾷς, ἴθι ἐξηγέο αὐτὸς ὅτεῳ τρόπῳ πάριμεν ἐς τἀ βασιλήια
καὶ ἐπιχειρήσομεν αὐτοῖσι. φυλακὰς γὰρ δὴ διεστεώσας
οἶδάς κου καὶ αὐτός, εἰ μὴ ἰδών, ἀλλ᾽ ἀκούσας
: τὰς τέῳ
2τρόπῳ περήσομεν; ἀμείβεται ‘δαρεἱος τοισίδε: ᾽Oτάνη, [ἦ]
πολλά ἐστι τὰ λόγῳ μὲν οὐκ οἷά τε δηλῶσαι, ἔργῳ δέ:
ἄλλα δ᾽ ἐστὶ τὰ λόγῳ μὲν οἷά τε, ἔργον δὲ οὐδὲν ἀπ᾽ αὐτῶν
λαμπρὸν γίνεται
. ὑμεῖς δὲ ἴστε φυλακὰς τὰς κατεστεώσας
3ἐούσας οὐδὲν χαλεπὰς παρελθεῖν. τοῦτο μὲν γὰρ ἡμέων
ἐόντων τοιῶνδε οὐδεὶς ὅστις οὐ παρήσει, τά μέν κου καται-
δεόμενος ἡμέας, τὰ δέ
κου καὶ δειμαίνων: τοῦτο δὲ ἔχω
αὐτὸς σκῆψιν εὐπρεπεστάτην τῇ πάριμεν, φὰς ἄρτι τε ἥκειν
ἐκ Περσέων καὶ βούλεσθαί τι ἔπος παρὰ τοῦ πατρὸς σημῆναι
4τῷ βασιλέϊ. ἔνθα γάρ τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω.
τοῦ γὰρ αὐτοῦ γλιχόμεθα οἵ τε ψευδόμενοι καὶ οἱ τῇ ἀληθείῃ
διαχρεώμενοι
. οἱ μέν γε ψεύδονταί τότε ἐπεάν τι μέλλωσι
τοῖσι ψεύδεσι πείσαντες κερδήσεσθαι, οἱ δ᾽ ἀληθίζονται ἵνα
τι τῇ ἀληθείῃ ἐπισπάσωνται κέρδος καί τις μᾷλλόν σφι
ἐπιτράπηται. οὕτω οὐ ταὐτὰ ἀσκέοντες τὠυτοῦ περιεχόμεθα.
5εἰ δὲ μηδἐν κερδήσεσθαι μέλλοιεν, ὁμοίως ἂν ὅ τε ἀληθιζό-
μενος ψευδὴς εἴη καὶ ὁ ψευδόμενος ἀληθής. ὃς ἂν μέν
νυν τῶν πυλουρῶν ἑκὼν παρίῃ, αὐτῷ οἱ ἄμεινον ἐς χρόνον
ἔσται
: ὁς δ᾽ ἂν ἀντιβαίνειν πειρᾷται, διαδεικνύσθω ἐνθαῦτα
ἐὼν πολέμιος, καὶ ἔπειτα ὠσάμενοι ἔσω ἔργου ἐχώμεθα.
73λεγεί Γωβρύης μετὰ ταῦτα: Ἄνδρες φίλοι, ἡμῖν κότε κάλλιον
παρέξει
ἀνασώσασθαι τὴν ἀρχήν, ἢ εἴ γε μὴ οἷοί τε ἐσόμεθα
αὐτὴν ἀναλαβεῖν, ἀποθανεῖν; ὅτε γε ἀρχόμεθα μὲν ἐόντες
Πέρσαι ὑπὸ Μήδου ἀνδρὸς μάγου [τε], καὶ τούτου ὦτα οὐκ
2ἔχοντος. ὅσοι τε ὑμέων Καμβύσῃ νοσέοντι παρεγένοντο,
πάντως κου μέμνησθε τὰ ἐπέσκηψε Πέρσῃσι τελευτῶν τὸν
βίον μὴ πειρωμένοισι ἀνακτᾷσθαι τὴν ἀρχήν
: τὰ τότε οὐκ
ἐνεδεκόμεθα, ἀλλ᾽ ἐπὶ διαβολῇ ἐδοκέομεν εἰπεῖν Καμβύσεα.
3νῦν ὦν τίθεμαι ψῆφον πείθεσθαι ‘δαρείῳ καὶ μὴ διαλύεσθαι
ἐκ τοῦ συλλόγου τοῦδε ἄλλ᾽ ἢ ἰόντας ἐπὶ τὸν μάγον ἰθέως
.
ταῦτα εἶπε Γωβρύης, καὶ πάντες ταύτῃ αἴνεον.
74Eν ᾧ δὲ οὗτοι ταῦτα ἐβουλεύοντο, ἐγίνετο κατὰ συντυχίην
τάδε. τοῖσι μάγοισι ἔδοξε βουλευομένοισι Πρηξάσπεα φίλον
προσθέσθαι
, ὅτι τε ἐπεπόνθεε πρὸς Καμβύσεω ἀνάρσια, ὅς οἱ
τὸν παῖδα τοξεύσας ἀπολωλέκεε
, καὶ διότι μοῦνος πίστατο
τὸν Σμέρδιος τοῦ Κύρου θάνατον ὑτοχειρίῃ μιν ἀπολέσας,
πρὸς δ᾽ ἔτι ἐόντα ἐν αἴνῃ μεγίστῃ [τὸν Πρηξάσπεα] ἐν
2Περσῃσι. τούτων δή μιν εἱνεκεν καλέσαντες φίλον προσ-
εκτῶντο πίστι τε λαβόντες καὶ ὁρκίοισι
, ἦ μὲν ἕξειν παρ᾽
ἑωυτῶ
μηδ᾽ ἐξοίσειν μηδενὶ ἀνθρώπων τὴν ἀπὸ σφέων ἀπάτην
ἐς Πέρσας γεγονυῖαν, ὑπισχνεύμενοι τὰ πάντα οἱ μυρία
3δώσειν. ὑποδεκομένου δὲ τοῦ Πρηξάσπεος ποιήσειν ταῦτα,
ὡς ἀνέπεισάν μιν οἱ μάγοι, δεύτερα προσέφερον, αὐτοὶ μὲν
φάμενοι Πέρσας πάντας συγκαλέειν ὑπὸ τὰ βασιλήιον τεῖχος
,
κεῖνον δ᾽ ἐκέλευον ἀναβάντα ἐπὶ πύργον ἀγορεῦσαι ὡς ὑπὸ
4τοῦ Κύρου Σμέρδιος ἄρχονται καὶ ὑπ᾽ οὐδενὸς ἄλλου. ταῦτα
δὲ οὕτω ἐνετέλλοντο ὡς πιστοτάτου δῆθεν ἐόντος αὐτοῦ ἐν
Πέρσῃσι, καὶ πολλάκις ἀποδεξαμένου γνώμην ὡς περιείη
ὁ Κύρου Σμέρδις, καὶ ἐξαρνησαμένου τὸν φόνον αὐτοῦ.
75φαμένου δὲ καὶ ταῦτα ἑτοίμου εἶναι ποιέειν τοῦ Πρηξάσπεος
συγκαλέσαντες Πέρσας οἱ μάγοι ἀνεβίβασαν αὐτὸν ἐπὶ
πύργον καὶ ἀγορεύειν ἐκέλευον. ὁ δὲ τῶν μὲν δ ἐκεῖνοι
προσεδέοντο αὐτοῦ, τούτων μὲν ἑκὼν ἐπελήθετο
, ἀρξάμενος
δὲ ἀπ᾽ ᾽Aχαιμένεος ἐγενεηλόγησε τὴν πατριωὴν τὴν Κύρου,
μετὰ δὲ ὡς ἐς τοῦτον κατέβη, τελευτῶν ἔλεγε ὅσα ἀγαθὰ
2Κῦρος Πέρσας πεποιήκοι, διεξελθὼν δὲ ταῦτα ἐξέφαινε τὴν
ἀληθείην, φάμενος πρότερον μὲν κρύπτειν (οὐ γάρ οἱ εἶναι
ἀσφαλὲς λέγειν τὰ γενόμενα), ἐν δὲ τῷ παρεόντι ἀναγκαίην
μιν καταλαμβάνειν φαίνειν
: καὶ δὴ ἔλεγε τὸν μὲν Κύρου
Σμέρδιν ὡς αὐτὸς ὑπὸ Καμβύσεω ἀναγκαζόμενος ἀποκτείνειε,
3τοὺς μάγους δὲ βασιλεύειν. Πέρσῃσι δὲ πολλὰ ἐπαρησά-
μενος εἰ μὴ ἀνακτησαίατο ὀπίσω τὴν ἀρχὴν καὶ τοὺς μάγους
τεισαίατο
, ἀπῆκε ἑωυτὸν ἐπὶ κεφαλὴν φέρεσθαί ἀπὸ τοῦ
πύργου κάτω
. Πρηξάσπης μέν νυν ἐὼν [τὸν] πάντα χρόνον
ἀνὴρ δόκιμος οὕτω ἐτελεύτησε
.
76Oἱ δὲ δὴ ἑπτὰ τῶν Περσέων ὡς ἐβουλεύσαντο αὐτίκα
έπιχειρέειν τοῖσι μάγοισι καὶ μὴ ὑπερβάλλεσθαι, ἤισαν
εὐξὰμενοί τοῖσι θεοῖσι, τῶν περὶ Πρηξάσπεα πρηχθέντων
2εἰδότες οὐδέν. ἔν τε δὴ τῇ ὁδῷ μέσῃ στίχοντες ἐγίνοντο
καὶ τὰ περὶ Πρηξάσπεα γεγονότα ἐπυνθάνοντο. ὲνθαῦτα
ἐκστάντες τῆς ὁδοῦ ἐδίδοσαν αὖτις σφίσι λόγους, οἱ μὲν
ἀμφὶ τὸν ᾽Oτάνην
πάγχυ κελεύοντες ὑπερβάλλεσθαι μηδὲ
οἰδεόντων τῶν πρηγμάτων ἐπιτίθεσθαι, οἱ δὲ ἀμφὶ τὸν
‘δαρεῖον αὐτίκα τε ἰέναι καὶ τὰ δεδογμένα ποιέειν μηδὲ
3ὑπερβάλλεσθαι. ὠθιξομένων δ᾽ αὐτῶν ἐφάνη ἰρήκων ἑπτὰ
ζεύγεα δύο αἰγυπιῶν ζεύγεα διώκοντα καὶ τίλλοντά τε καὶ
ἀμύσσοντα
. ἰδόντες δὲ ταῦτα οἱ ἑπτὰ τήν τε ‘δαρείου πάντες
αἴνεον γνώμην καὶ ἔπειτα ἤισαν ἐπὶ τὰ βασιλήια τεθαρση-
77κότες τοῖσι ὄρνισι. ἐπιστᾷσι δὲ ἐπὶ τὰς πύλας ἐγίνετο οἷόν
τι ‘δαρείῳ ἡ γνώμη ἔφερε
: καταιδεόμενοι γὰρ οἱ φύλακοι
ἄνδρας τοὺς Περσέων πρώτους καὶ οὐδὲν τοιοῦτον ὑπο-
πτεύοντες ἐξ αὐτῶν ἔσεσθαι, παρίεσαν θείῃ πομπῇ χρεω-
2μένους, οὐδ᾽ ἐπειρώτα οὐδείς. ἐπείτε δὲ καὶ παρῆλθον ἐς,
τὴν αὐλήν, ἐνέκυρσαν τοῖσι τὰς ἀγγελίας ἐσφέρουσι εὐνού-
χοισι
, οἵ σφεας ἱστόρεον ὅ τι θέλοντες ἥκοιεν: καὶ ἅμα
ἱστορέοντες τούτους τοῖσι πυλουροῖσι ἀπείλεον ὅτι σφέας
παρῆκαν
, ἶσχόν τε βουλομένους τοὺς ἑπτὰ ἐς τὸ πρόσω
3παριέναι. οἱ δὲ διακελευσάμενοι καὶ σπασάμενοι τὰ ἐγχει-
ρίδια τούτους μὲν τοὺς ἴσχοντας αὐτοῦ ταύτῃ συγκεντέουσι,
78αὐτοὶ δὲ ἤισαν δρόμῳ ἐς τὸν ἀνδρεῶνα. οἱ δὲ μάγοι ἔτυχον
ἀμφότεροι τηνικαῦτα ἐόντες [τε] ἔσω καὶ τὰ ἀπὸ Πρηξά-
σπεος γενόμενα ἐν βουλῇ ἔχοντες
. ἐπεὶ ὦν εἶδον τοὺς
εὐνούχους τεθορυβημένους τε καὶ βοῶντας, ἀνά τε ἔδραμον
πάλιν ἀμφότεροι, καὶ ὡς ἔμαθον τὸ ποιεύμενον, πρὸς ἀλκὴν
2ἐτράποντο. ὁ μὲν δὴ αὐτῶν φθάνει τὰ τόξα κατελόμενος,
ὁ δὲ πρὸς τὴν αἰχμὴν ἐτράπετο. ἐνθαῦτα δὴ συνέμισγον
ἀλλήλοισι. τῷ μὲν δὴ τὰ τόξα ἀναλαβόντι αὐτῶν, ἐόντων
τε ἀγχοῦ τῶν πολεμίων καὶ προσκειμένων, ἦν χρηστὰ οὐδέν:
ὁ δ᾽ ἕτερος τῇ αἰχμῇ μύνετο καὶ τοῦτο μὲν ᾽Aσπαθίνην
παίει ἐς τὸν μηρόν, τοῦτο δὲ ᾽Iνταφρένεα ἐς τὸν ὀφθαλμόν:
καὶ ἐστερήθη μὲν τοῦ ὀφθαλμοῦ ἐκ τοῦ τρώματος ὁ ᾽Iντα-
3φρένης, οὐ μέντοι ἀπέθανέ γε. τῶν μὲν δὴ μάγων οὕτερος
τρωματίζει τούτους, ὁ δὲ ἕτερος, ἐπείτε οἱ τὰ τόξα οὐδὲν
χρήσιμα ἐγίνετο, ἦν γὰρ δὴ θάλαμος ἐσέχων ἐς τὸν ἀνδρεῶνα,
ἐς τοῦτον καταφεύγει, θέλων αὐτοῦ προσθεῖναι τὰς θύρας.
4καί οἱ συνεσπίπτουσι τῶν ἑπτὰ δύο, ‘δαρεῖός τε καὶ Γωβρύης:
συμπλεκέντος δὲ τοῦ Γωβρύεω τῷ μάγῳ ὁ ‘δαρεῖος ἐπεστεὼς
πόρεε οἷα ἐν σκότεϊ, προμηθεόμενος μὴ πλήξῃ τὸν Γωβρύην.
5ὁρῶν δέ μιν ἀργὸυ ἐπεστεῶτα ὁ Γωβρύης εἴρετο ὅ τι οὐ
χρᾷται τῇ χειρί
: ὁ δὲ εἶπε: Προμηθεόμενος σέο, μὴ πλήξω.
Γωβρύης δὲ ἀμείβετο: ôYθεε τὸ ξίφος καὶ δι᾽ ἀμφοτέρων.
‘δαρεῖος δὲ πειθόμενος ὦσε [τε] τὸ ἐγχειρίδιον καὶ ἔτυχέ κως
79τοῦ μάγου. ἀποκτείναντες δὲ τοὺς μάγους καὶ ἀποταμόντες
αὐτῶν τὰς κεφαλὰς τοὺς μὲν τρωματίας ἑωυτῶν αὐτοῦ
λείπουσι
καὶ ἀδυνασίης εἵνεκεν καὶ φυλακῆς τῆς ἀκρο-
πόλιος
, οἱ δὲ πέντε αὐτῶν ἔχοντες τῶν μάγων τὰς κεφαλὰς
ἔθεον ἔξω, βοῇ τε καὶ πατάγῳ χρεώμενοι, καὶ Πέρσας τοὺς
ἄλλους ἐπεκαλέοντο ἐξηγεόμενοί τε τὸ πρῆγμα καὶ δεικνύοντες
τὰς κεφαλάς: καὶ ἅμα ἔκτεινον πάντα τινὰ τῶν μάγων τὸν
2ἐν ποσὶ γινόμενον. οἱ δὲ Πέρσαι μαθόντες τὸ γεγονὸς ἐκ
τῶν ἑπτὰ καὶ τῶν μάγων τὴν ἀπάτην ἐδικαίευν καὶ αὐτοὶ
ἕτερα τοιαῦτα ποιέειν, σπασάμενοι δὲ τὰ ἐγχειρίδια ἔκτεινον
ὅκου τινὰ μάγον εὕρισκον: εἰ δὲ μὴ νὺξ ἐπελθοῦσα ἔσχε,
3ἔλιπον ἄν οὐδένα μάγον. ταύτην τὴν ἡμέρην θεραπεύουσι
Πέρσαι κοινῇ μάλιστα τῶν ἡμερίων καὶ ἐν αὐτῇ ὁρτὴν
μεγάλην ἀνάγουσι, ἥ κέκληται ὑπὸ Περσέων μαγοφόνια, ἐν
τῇ Μάγον οὐδένα ἔξεστι φανῆναι ἐς τὸ φῶς, ἀλλὰ κατ᾽ οἴκους
ἑωυτοὺς οἵ μάγοι ἔχουσι τὴν ἡμέρην ταύτην.
80Eπείτε δὲ κατέστη ὁ θόρυβος καὶ ἐκτὸς πέντε ἡμερέων
ἐγένετο, ἐβουλεύοντο οἱ ἐπαναστάντες τοῖσι μάγοισι περὶ
τῶν πάντων πρηγμάτων, καὶ ἐλέχθησαν λόγοι ἄπιστοι μὲν
2ἐνίοισι Ἑλλήνων, ἐλέχθησαν δ᾽ ὦν. ᾽Oτάνης μὲν ἐκέλευε
ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα, λέγων τάδε:
᾽Eμοὶ δοκέει ἕνα μὲν ἡμέων μούναρχον μηκέτι γενέσθαι:
οὔτε γὰρ ἡδὺ οὔτε ἀγαθόν. εἴδετε μὲν γὰρ τὴν Καμβύσεω
ὕβριν ἐπ᾽ ὅσον ἐπεξῆλθε
, μετεσχήκατε δὲ καὶ τῆς τοῦ μάγου
3ὕβριος. κῶς δ᾽ ἂν εἴη χρῆμα κατηρτημένον μουναρχίη, τῇ
ἔξεστι ἀνευθύνῳ ποιέειν τὰ βούλεται
; καὶ γὰρ ἂν τὸν ἄριστον
ἀνδρῶν πάντων στάντα ἐς ταύτην τὴν ἀρχὴν ἐκτὸς τῶν
ἐωθότων νοημάτων στήσειε
. ἐγγίνεται μὲν γάρ οἱ ὕβρις
ὑπὸ τῶν παρεόντων ἀγαθῶν, φθόνος δὲ ἀρχῆθεν ἐμφύεται
4ἀνθρώπῳ. δύο δ᾽ ἔχων ταῦτα ἔχει πᾷσαν κακότητα: τὰ
μὲν γὰρ ὕβρι κεκορημένος
ἔρδει πολλὰ καὶ ἀτάσθαλα, τὰ δὲ
φθόνῳ. καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι, ἔχοντά
γε πάντα τὰ ἀγαθά: τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας
πέφυκε
: φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι,
χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν
, διαβολὰς δὲ ἄριστος
5ἐνδέκεσθαι. ἀναρμοστότατον δὲ πάντων: ἤν τε γὰρ αὐτὸν
μετρίως θωμάζῃς, ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται, ἤν τε
θεραπεύῃ τις κάρτα, ἄχθεται ἅτε θωπί. τὰ δὲ δὴ μέγιστα
ἔρχομαι ἐρέων: νόμαιά τε κινέει πάτρια καὶ βιᾷται γυναῖκας
6κτείνει τε ἀκρίτους. πλῆθος δὲ ἄρχον πρῶτα μὲν οὔνομα
πάντων κάλλιστον ἔχει, ἰσονομίην, δεύτερα δὲ τούτων τῶν ὁ
μούναρχος ποιέει οὐδέν
: πάλῳ μὲν ἀρχὰς ἄρχει, ὑπεύθυνον
δὲ ἀρχὴν ἐχει, βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει.
τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος
ἀέξειν: ἐν γὰρ τῶ πολλῷ ἔνι τὰ πάντα. ᾽Oτάνης μὲν δὴ
81ταύτην γνώμην ἐσέφερε, Μεγάβυζος δὲ ὀλιγαρχίῃ ἐκέλευε
ἐπιτράπειν
, λέγων τάδε: Tὰ μὲν ᾽Oτάνης εἶπε τυραννίδα
παύων, λελέχθω κἀμοὶ ταῦτα
, τὰ δ᾽ ἐς τὸ πλῆθος ἄνωγε
φέρειν τὸ κράτος, γνώμης τῆς ἀρίστης ἡμάρτηκε: ὁμίλου
γὰρ ἀχρηίου
οὐδέν ἐστι ἀξυετώτερον οὐδὲ ὑβριστότερον,
2καίτοι τυράννου ὕβριν φεύγοντας ἄνδρας ἐς δήμου ἀκολάστου
ὕβριν πεσεῖν ἐστὶ οὐδαμῶς ἀνασχετόν
. ὁ μὲν γἀρ εἴ τι
ποιέει, γινώσκων ποιέει, τῷ δὲ οὐδὲ γινώσκειν ἔνι: κῶς γὰρ
ἂν γινώσκοι ὃς οὔτ᾽ ἐδιδάχθη οὔτε εἶδε καλὸν οὐδὲν [οὐδ᾽]
οἰκήιον, ὠθέει τε ἐμπεσὼν τὰ πρήγματα ἄνευ νόου, χειμάρρῳ
3ποταμῷ ἴκελος; δήμῳ μέν νυν, οἳ Πέρσῃσι κακὸν νοέουσι,
οὗτοι χράσθων
, ἡμεῖς δὲ ἀνδρῶν τῶν ἀρίστων ἐπιλέξαντες
ὁμιλίην τούτοισι περιθέωμεν τὸ κράτος: ἐν γὰρ δὴ τούτοισι
καὶ αὐτοὶ ἐνεσόμεθα, ἀρίστων δὲ ἀνδρῶν οἰκὸς ἄριστα βουλεύ-
ματα γίνεσθαι. Μεγάβυζος μὲν δὴ ταύτην γνώμην ἐσέφερε,
82τρίτος δὲ ‘δαρεῖος ἀπεδείκνυτο γνώμην, λέγων: ᾽Eμοὶ δὲ τὰ
μὲν εἶπε Μεγάβυζος ἐς τὸ πλῆθος ἔχοντα δοκέει ὀρθῶς
λέξαι, τὰ δε ἐς ὀλιγαρχίην οὐκ ὀρθῶς
. τριῶν γὰρ προκει-
μένων καὶ πάντων τῷ λόγῳ ἀρίστων ἐόντων, δήμου τε
ἀρίστου καὶ ὀλιγαρχίης καὶ μουνάρχου, πολλῷ τοῦτο προέχειν
2λέγω. ἀνδρὸς γὰρ ἑνὸς τοῦ ἀρίστου οὐδὲν ἄμεινον ἂν φανείη:
γνώμῃ γὰρ τοιαύτῃ χρεώμενος ἐπιτροπεύοι ἂν ἀμωμήτως τοῦ
πλήθεος, σιγῷτό τε ἂν βουλεύματα ἐπὶ δυσμενέας ἄνδρας
3οὕτω μάλιστα. ἐν δὲ ὀλιγαρχίῃ πολλοῖσι ἀρετὴν ἐπασκέουσι
ἐς τὸ κοινὸν ἔχθεα ἴδια ἰσχυρὰ φιλέει ἐγγίνεσθαι
: αὐτὸς γὰρ
ἕκαστος βουλόμενος κορυφαῖος εἶναι γνώμῃσί τε νικᾷν ἐς
ἔχθεα μεγάλα ἀλλήλοισι ἀπικνέονται
, ἐξ ὧν στάσιες ἐγγί-
νονται, ἐκ δὲ τῶν στασίων φόνος, ἐκ δὲ τοῦ φόνου ἀπέβη ἐς
μουναρχίην, καὶ ἐν τούτῳ διέδεξε ὅσῳ ἐστὶ τοῦτο ἄριστον.
4δήμου τε αὖ ἄρχοντος ἀδύνατα μὴ οὐ κακότητα ἐγγίνεσθαι:
κακότητος τοίνυν ἐγγινομένης ἐς τὰ κοινὰ ἔχθεα μὲν οὐκ
ἐγγίνεται τοῖσι κακοῖσι, φιλίαι δὲ ἰσχυραί
: οἱ γὰρ κακοῦντες
τὰ κοινὰ συγκύψαντες ποιεῦσι
. τοῦτο δὲ τοιοῦτο γίνεται
ἐς ὃ ἂν προστάς τις τοῦ δήμου τοὺς τοιούτους παύσῃ: ἐκ δὲ
αὐτῶν θωμάζεται οὗτος δὴ ὑπὸ τοῦ δήμου, θωμαζόμενος δὲ ἀν
ὦν ἐφάνη μούναρχος ἐών: καὶ ἐν τούτῳ δηλοῖ καὶ οὗτος ὡς
5 μουναρχίη κράτιστον. ἑνὶ δὲ ἔπεϊ πάντα συλλαβόντα
εἰπεῖν
, κόθεν ἡμῖν ἡ ἐλευθερίη ἐγένετο καὶ τεῦ δόντος; κότερα
παρὰ [τοῦ] δήμου ἢ ὀλιγαρχίης ἢ μουνάρχου; ἔχω τοίνυν
γνώμην ἡμέας ἐλευθερωθέντας διὰ ἕνα ἄνδρα τὸ τοιοῦτο
περιστέλλειν
, χωρίς τε τούτου πατρίους νόμους μὴ λύειν
ἔχοντας εὖ
: οὐ γὰρ ἄμεινον.
83Γνῶμαι μὲν δὴ τρεῖς αὗται προεκέατο, οἱ δὲ τέσσερες τῶν
ἑπτὰ ἀνδρῶν προσέθεντο ταύτῃ
. ὠς δὲ ἑσσώθη τῆ γνώμῃ
ὁ ᾽Oτάνης Πέρσῃσι ἰσονομίην σπεύδων ποιῆσαι, ἔλεξε ἐς
2μέσον αὐτοῖσι τάδε: Ἄνδρες στασιῶται, δῆλα γὰρ δὴ ὅτι
δεῖ ἕνα γέ τινα ἡμέων βασιλέα γενέσθαι, ἤτοι κλήρῳ γε
λαχόντα
, ἢ ἐπιτρεψάντων τῶ Περσεων πλήθεϊ τὸν ἂν ἐκεῖνο
ἕληται
, ἢ ἄλλῃ τινὶ μηχανῇ: ἐγὼ μέν νυν ὑμῖν οὐκ ἐναγω-
νιεῦμαι
: οὔτε γὰρ ἄρχειν οὔτε ἄρχεσθαι ἐθέλω: ἐπὶ τούτῳ
δὲ ὑπεξίσταμαι τῆς ἀρχῆς᾽ ἐπ᾽ ᾧ τε ὑπ᾽ οὐδενὸς ὑμέων
ἄρξομαι, οὔτε αὐτὸς ἐγὼ οὔτε οἱ ἀπ᾽ ἐμεῦ αἰεὶ γινόμενοι.
3τούτου εἴπαντος ταῦτα ὡς συνεχώρεον οἱ ἓξξ ἐπὶ τούτοισι,
οὗτος μὲν δή σφι οὐκ ἐνηγωνίζετο ἀλλ᾽ ἐκ μέσου κατῆστο.
καὶ νῦν αὕτη ἡ οἰκίη διατελέει μούνη ἐλευθέρη ἐοῦσα Περσέων
καὶ ἄρχεται τοσαῦτα ὅσα αὐτὴ θέλει, νόμους οὐκ ὑπερβαι-
84νουσα τοὺς Περσέων. οἱ δὲ λοιποὶ τῶν ἑπτὰ ἐβουλεύοντο
ὡς βασιλέα δικαιότατα στήσονται. καί σφι ἔδοξε ᾽Oτάνῃ
μὲν καὶ τοῖσι ἀπὸ ᾽Oτάνεω αἰεὶ γινομένοισι, ἢν ἐς ἄλλον
τινὰ τῶν ἑπτὰ ἔλθῃ ἡ βασιληίη, ἐξαίρετα δίδοσθαι ἐσθῆτά
τε Μηδικὴν ἔτεος ἑκάστου καὶ τὴν πᾷσαν δωρεὴν ἥ γίνεται
ἐν Πέρσῃσι τιμιωτάτη
, τοῦδε δὲ εἵνεκεν ἐβούλευσάν οἱ
δίδοσθαι ταῦτα, ὄτι ἐβούλευσέ τε πρῶτος τὸ πρῆγμα καὶ
2συνέστησε αὐτούς. ταῦτα μὲν δὴ ᾽Oτάνῃ ἐξαίρετα, τάδε δὲ
ἐς τὸ κοινὸν ἐβούλευσαν, παριέναι ἐς τὰ βασιλήια πάντα τὸν
βουλόμενον
τῶν ἑπτὰ ἄνευ ἐσαγγελέος, ἤν μὴ τυγχάνῃ εὕδων
μετὰ γυναικὸς βασιλεύς, γαμέειν δὲ μὴ ἐξεῖναι ἄλλοθεν τῷ
3βασιλέϊ ἥ ἐκ τῶν συνεπαναστάντων. περὶ δὲ τῆς βασιληίης
ἐβούλευσαν τοιόνδε: ὅτευ ἂν ὁ ἵππος ἡλίου ἐπανατείλαντος
πρῶτος φθέγξηται ἐν τῶ προαστίῳ αὐτῶν ἐπιβεβηκότων,
τοῦτον ἔχειν τὴν βασιληίην.
85‘δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός, τῷ οὔνομα ἦν
Oἰβάρης: πρὸς τοῦτον τὸν ἄνδρα, ἐπείτε διελύθησαν, ἔλεξε
‘δαρεῖος τάδε: Oἴβαρες, ἡμῖν δέδοκται περὶ τῆς βασιληίης
ποιέειν κατὰ τάδε: ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα
τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων, τοῦτον ἔχειν τὴν
βασιληίην. νῦν ὦν εἴ τινα ἔχεις σοφίην, μηχανῶ ὡς ἂν
2ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις. ἀμείβεται
Oἰβάρης τοισίδε: Eἰ μὲν δή, ὦ δέσποτα, ἐν τούτῳ τοί ἐστι
ἢ βασιλέα εἶναι ἢ μή
, θάρσει τούτου εἵνεκεν καὶ θυμὸν ἔχε
ἀγαθόν, ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται: τοιαῦτα
ἔχω φάρμακα
. λέγει ‘δαρεῖος: Eἰ τοίνυν τι τοιοῦτον ἔχεις
σόφισμα, ὥρη μηχανᾷσθαι καὶ μὴ ἀναβάλλεσθαι, ὡς τῆς
3ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἔσται. ἀκούσας ταῦτα ὁ
Oἰβάρης ποιέει τοιόνδε: ὡς ἐγίνετο ἡ νύξ, τῶν θηλέων
ἵππων μίαν, τὴν ὁ ‘δαρείου ἵππος ἔστεργε μάλιστα, ταύτην
ἀγαγὼν ἐς τὸ προάστιον κατέδησε καὶ ἐπήγαγε τὸν ‘δαρείου
ἵππον καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ, ἐγχρίμ-
86πτων τῇ θηλέῃ, τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον, ἅμ᾽
ἡμέρῃ δὲ διαφωσκούσῃ οἱ ἓξξ κατὰ συνεθήκαντο παρῆσαν
ἐπὶ τῶν ἵππων: διεξελαυνόντων δὲ κατὰ τὸ προάστιον, ὡς
κατὰ τοῦτο τὸ χωρίον εγίνοντο ἵνα τῆς παροιχομένης νυκτὸς
κατεδέδετο ἡ θήλεα ἵππος, ἐνθαῦτα ὁ ‘δαρείου ἵππος προσ-
2δραμὼν ἐχρεμέτισε. ἅμα δὲ τῷ ἵππῳ τοῦτο ποιήσαντι
ἀστραπὴ ἐξ αἰθρίης καὶ βροντὴ ἐγένετο. ἐπιγενόμενα δὲ
ταῦτα τῷ ‘δαρείῳ ἐτελέωσέ μιν ὥσπερ ἐκ συνθέτου τευ γενό-
μενα
: οἱ δὲ καταθορόντες ἀπὸ τῶν ἵππων προσεκύνεον τὸν
‘δαρεῖον
.
87Oἱ μὲν δή φασι τὸν Oἰβάρεα ταῦτα μηχανήσασθαι, οἱ
δὲ τοιάδε (καὶ γὰρ ἐπ᾽ ἀμφότερα λέγεται ὑπὸ Περσέων), ὡς
τῆς ἵππου ταύτης τῶν ἄρθρων ἐπιψαύσας τῇ χειρὶ ἔχοι
αὐτὴν κρύψας
ἐν τῇσι ἀναξυρίσι: ὡς δὲ ἅμα τῷ ἡλίῳ ἀνιόντι
ἀπίεσθαι μέλλειν τοὺς ἵππους, τὸν Oἰβάρεα τοῦτον ἐξεί-
ραντα τὴν χεῖρα πρὸς τοῦ ‘δαρείου ἱππου τοὺς μυκτῆρας
προσενεῖκαι
, τὸν δὲ αἰσθόμενον φριμάξασθαί τε καὶ χρε-
μετίσαι.

Return to GREK2320 Introductory Page.