Herodotus, The Histories

Book 3, Chapters 88—119

88‘δαρεῖός τε δὴ ὁ Ὑστάσπεος βασιλεὺς ἀπεδέδεκτο, καί
οἱ ἦσαν ἐν τῇ ᾽Aσίῃ πάντες κατήκοοι πλ ν ᾽Aραβίων, Κύρου
τε καταστρεψαμένου καὶ ὕστερον αὖτις Καμβύσεω. ᾽Aράβιοι
δὲ οὐδαμὰ κατήκουσαν ἐπὶ δουλοσύνῃ Πέρσῃσι, ἀλλὰ ξεῖνοι
ἐγένοντο παρέντες Καμβύσεα ἐπ᾽ Aἴγυπτον
: ἀεκόντων γὰρ
2᾽Aραβίων οὐκ ἄν ἐσβάλοιεν Πέρσαι ἐς Aίγυπτον. γάμους
τε τοὺς πρώτους ἐγάμεε Πέρσῃσι ὁ ‘δαρεῖος
, Κύρου μὲν δύο
θυγατέρας Ἄτοσσάν τε καὶ ᾽Aρτυστώνην, τὴν μὲν Ἄτοσσαν
προσυνοικήσασαν Καμβύσῃ τε τῷ ἀδελφεῷ καὶ αὖτις τῷ
3μάγῳ, τὴν δὲ ᾽Aρτυστώνην παρθένον. ἑτέρην δὲ Σμέρδιος
τοῦ Κύρου θυγατέρα ἔγημε
, τῇ οὔνομα ἦν Πάρμυς: ἔσχε
δὲ καὶ τὴν τοῦ ᾽Oτάνεω θυγατέρα, ἥ τὸν μάγον κατάδηλον
ἐποίησε. δυνάμιός τε πάντα οἱ ἐπιμπλέατο. πρῶτον μέν
νυν τύπον ποιησάμενος λίθινον ἔστησε: ζῷον δέ οἱ ἐνῆν
ἀνὴρ ἱππεύς
, ἐπέγραψε δὲ [οἱ] γράμματα λέγοντα τάδε:
‘δαρεῖος ὁ Ὑστάσπεος σύν τε τοῦ ἱππου τῇ ἀρετῇ (τὸ οὔνομα
λέγων
) καὶ Oἰβάρεος τοῦ ἱπποκόμου ἐκτήσατο τὴν Περσέων
89βασιληίην. ποιήσας δὲ ταῦτα ἐν Πέρσῃσι ἀρχὰς κατεστή-
σατο εἴκοσι, τὰς αὐτοὶ καλέουσι σατραπηίας
: καταστήσας
δὲ τὰς ἀρχὰς καὶ ἄρχοντας ἐπιστήσας ἐτάξατο φόρους οἱ
προσιέναι κατὰ ἔθνεά τε καὶ πρὸς τοῖσι ἔθνεσι τοὺς πλησιο-
χώρους προστάσσων, καὶ ὑπερβαίνων τοὺς προσεχέας τὰ
2ἑκαστέρω ἄλλοισι ἄλλα ἔθνεα νέμων. ἀρχὰς δὲ καὶ φόρων
πρόσοδον τὴν ἐπέτειον κατὰ τάδε διεῖλε
: τοῖσι μὲν αὺτῶν
ἀργύριον ἀπαγινέουσι εἴρητο
Bαβυλώνιον σταθμὸν τάλαντον
ἀπαγινέειν
, τοῖσι δὲ χρυσίον ἀπαγινέουσι Eὐβοϊκόν. τὸ δὲ
Bαβυλώνιον τάλαντον δύναται Eὐβοίδας &μτ;ὀκτὼ καὶ&ητ; ἑβδομή-
3κοντα μνέας. ἐπὶ γὰρ Κύρου ἄρχοντος καὶ αὖτις Καμβύσεω ἦν
κατεστηκὸς οὐδὲν φόρου πέρι
, ἀλλὰ δῶρα ἀγίνεον: διὰ δὲ ταύ-
την τὴν ἐπίταξιν τοῦ φόρου καὶ παραπλήσια ταύτῃ ἄλλα λέγου-
σι Πέρσαι ὡς ‘δαρεῖος μὲν ἦν κάπηλος, Καμβύσης δὲ δεσπό-
της, Κῦρος δὲ πατήρ, ὁ μὲν ὅτι ἐκαπήλευε πάντα τὰ πρή-
γματα, ὁ δὲ ὅτι χαλεπός τε ἦν καὶ ὀλίγωρος
, ὁ δὲ ὅτι ἤπιός
90τε καὶ ἀγαθά σφι πάντα ἐμηχανήσατο. ἀπὸ μὲν δὴ ᾽Iώνων
καὶ Μαγνήτων τῶν ἐν τῇ ᾽Aσίῃ καὶ Aἰολέων καὶ Καρῶν καὶ
Λυκίων καὶ Μιλυέων καὶ Παμφύλων (εἶς γὰρ ἦν οἱ τετα-
γμένος οὗτος φόρος
) προσήιε τετρακόσια τάλαντα ἀργυρίου.
οὗτος μὲν δὴ πρῶτός οἱ νομὸς κατεστήκεε: ἀπὸ δὲ Μυσῶν
καὶ Λυδῶν καὶ Λασονίων καὶ Καβαλίων καὶ Ὑτεννέων πεν-
2τακόσια τάλαντα: δεύτερος νομὸς οὗτος. ἀπὸ δὲ Ἑλλησ-
ποντίων τῶν ἐπὶ δεξιὰ ἐσπλέοντι καὶ Φρυγῶν καὶ Θρηίκων
τῶν ἐν τῇ ᾽Aσίῃ καὶ Παφλαγόνων καὶ Μαριανδυνῶν καὶ
Συρίων ἑξήκοντα καὶ τριηκόσια τάλαντα ἦν φόρος: νομὸς
3τρίτος οὗτος. ἀπὸ δὲ Κιλίκων ἵπποι τε λευκοὶ ἑξήκοντα
καὶ τριηκόσιοι, ἑκάστης ἡμέρης εἷς γινόμενος, καὶ τάλαντα
ἀργυρίου πεντακόσια. τούτων δὲ τεσσεράκοντα μὲν καὶ
ἑκατὸν ἐς τὴν φρουρέουσαν ἵππον τὴν Κιλικίην Κώρην ἀναισι-
μοῦτο
, τὰ δὲ τριηκόσια καὶ ἑξήκοντα ‘δαρείῳ ἐφοίτα: νομὸς
91τέταρτος οὗτος. ἀπὸ δὲ Ποσιδηίου πόλιος, τὴν ᾽Aμφίλοχος
ὁ ᾽Aμφιάρεω οἴκισε ἐπ᾽ οὔροισι τοῖσι Κιλίκων τε καὶ Συρίων
,
ἀρξάμενον ἀπὸ ταύτης μέχρι Aἰγύπτου, πλὴν μοίρης τῆς
᾽Aραβίων
(ταῦτα γὰρ ἦν ἀτελέα), πεντήκοντα καὶ τριηκόσια
τάλαντα φόρος ἦν: ἔστι δὲ ἐν τῷ νομῷ τούτῳ Φοινίκη τε
πᾷσα καὶ Συρίη ἡ Παλαιστίνη καλεομένη καὶ Κύπρος: νομὸς
2πέμπτος οὗτος. ἀπ᾽ Aἰγύπτου δὲ καὶ Λιβύων τῶν προσε-
χέων Aἰγύπτῳ καὶ Κυρήνης τε καὶ Bάρκης (ἐς γὰρ τὸν Aἰγύ-
πτιον νομὸν αὗται ὲκεκοσμέατο) ἑπτακόσια προσήιε τάλαντα
,
πάρεξ τοῦ ἐκ τῆς Μοίριος λίμνης γινομένου ἀργυρίου, τὸ
3ἐγίνετο ἐκ τῶν ἰχθύων: τούτου τε δὴ χωρὶς τοῦ ἀργυρίου
καὶ τοῦ ἐπιμετρεομένου σίτου προσήιε τὰ ἑπτακόσια τάλαντα:
σίτου γὰρ δυοκαίδεκα μυριάδας Περσέων τε τοῖσι ἐν τῷ
Λευκῷ τείχεϊ τῷ ἐν Μέμφι κατοικημένοισι καταμετρέουσι
4καὶ τοῖσι τούτων ἐπικούροισι: νομὸς ἕκτος οὗτος. Σαττα-
γύδαι δὲ καὶ Γανδάριοι καὶ ‘δαδίκαι τε καὶ ᾽Aπαρύται ἐς
τὠυτὸ τεταγμένοι
ἑβδομήκοντα καὶ ἑκατὸν τάλαντα προσέ-
φερον: νομὸς ἕβδομος οὗτος. ἀπὸ Σούσων δὲ καὶ τῆς
92ἄλλης Κισσίων χώρης τριηκόσια: νομὸς ὄγδοος οὗτος. ἀπὸ
Bαβυλῶνος δὲ καὶ τῆς λοιπῆς ᾽Aσσυρίης
χίλιά οἱ προσήιε
τάλαντα ἀργυρίου καὶ παῖδες ἐκτομίαι πεντακόσιοι: νομὸς
εἴνατος οὗτος. ἀπὸ δὲ ᾽Aγβατάνων καὶ τῆς λοιπῆς Μηδικῆς
καὶ Παρικανίων καὶ ᾽Oρθοκορυβαντίων πεντήκοντά τε καὶ
2τετρακόσια τάλαντα: νομὸς δέκατος οὖτος. Κάσπιοι δὲ καὶ
Παυσίκαι καὶ Παντίμαθοί τε καὶ ‘δαρεῖται
ὲς τὠυτὸ συμ-
φεροντες διηκόσια τάλαντα ἀπαγίνεον: νομὸς ἑνδέκατος οὗτος.
ἀπὸ δὲ Bακτριανῶν μέχρι Aἰγλῶν ἑξήκοντα καὶ τριηκόσια
93τάλαντα φόρος ἦν: νομὸς δυωδέκατος οὗτος. ἀπὸ Πακτυϊκῆς
δὲ καὶ ᾽Aρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ
Eὐξείνου τετρακόσια τάλαντα: νομὸς τρίτος καὶ δέκατος
2οὗτος. ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων
καὶ Oὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων
τῶν ὲν τῇ ᾽Eρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους
καλεομένους κατοικίζει βασιλεύς
, ἀπὸ τούτων πάντων ἑξα-
κόσια τάλαντα ἐγίνετο φόρος: νομὸς τέταρτος καὶ δέκατος
3οὖτος. Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια
ἀπαγίνεον τάλαντα: νομὸς πέμπτος καὶ δέκατος οὗτος.
Πάρθοι δὲ καὶ Xοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριη-
94κόσια τάλαντα: νομὸς ἕκτὸς καὶ δέκατος οὗτος. Παρικάνιοι
δὲ καὶ Aἰθίοπες οἱ ἐκ τῆς ᾽Aσίης τετρακόσια τάλαντα ἀπα-
γίνεον: νομὸς ἕβδομος καὶ δέκατος οὗτος. Ματιηνοῖσι δὲ
καὶ Σάσπειρσι καὶ ᾽Aλαροδίοισι διηκόσια ἐπετέτακτο τάλαντα:
2νομὸς ὄγδοος καὶ δέκατος οὗτος. Μόσχοισι δὲ καὶ Tιβαρη-
νοῖσι καὶ Μάκρωσι καὶ Μοσσυνοίκοισι καὶ Μαρσὶ τριηκόσια
τάλαντα προείρητο: νομὸς εἴνατος καὶ δέκατος οὗτος. ᾽Iνδῶν
δὲ πλῆθός τε πολλῷ πλεῖστόν ἐστι πάντων τῶν ἡμεῖς ἴδμεν
ἀνθρώπων
καὶ φόρον ἀπαγίνεον πρὸς πάντας τοὺς ἄλλους
ἑξήκοντα καὶ τριηκόσια τάλαντα ψήγματος: νομὸς εἰκοστὸς
95οὗτος. τὸ μὲν δὴ ἀργύριον τὸ Bαβυλώνιον πρὸς τὸ Eὐ-
βοϊκὸν συμβαλλόμενον τάλαντον γίνεται ὀγδώκοντα καὶ
ὀκτακόσια καὶ εἰνακισχίλια τάλαντα
, τὸ δὲ χρυσίον τρισκαι-
δεκαστάσιον λογιζόμενον
, τὸ ψῆγμα εὑρίσκεται ἐὸν Eὐβοϊκῶν
ταλάντων ὀγδώκοντα καὶ ἑξακοσίων καὶ τετρακισχιλίων
.
2τούτων ὦν πάντων συντιθεμένων τὸ πλῆθος Eὐβοϊκὰ τάλαντα
συνελέγετο ἐς τὸν ἐπέτειον φόρον ‘δαρείῳ μύρια καὶ τετρα-
κισχίλια καὶ πεντακόσια καὶ ἑξήκοντα: τὸ δ᾽ ἔτι τούτων
96ἔλασσον ἀπιεὶς οὐ λέγω. οὗτος ‘δαρείῳ προσήιε φόρος ἀπὸ
τῆς τε ᾽Aσίης καὶ τῆς Λιβύης ὀλιγαχόθεν. προϊόντος μέντοι
τοῦ χρόνου καὶ ἀπὸ νήσων προσήιε ἄλλος φόρος καὶ τῶν
2ἐν τῇ Eὐρώπῃ μέχρι Θεσσαλίης οἰκημένων. τοῦτον τὸν
φόρον θησαυρίζει βασιλεὺς τρόπῳ τοιῶδε: ἐς πίθους κερα-
μίνους τήξας καταχέει, πλήσας δὲ τὸ ἄγγος περιαιρέει τὸν
κέραμον
. ἐπεὰν δὲ δεηθῇ χρημάτων, κατακόπτει τοσοῦτον
ὅσου ἂν ἑκάστοτε δέηται.
97Aὗται μέν νυν ἀρχαί τε ἦσαν καὶ φόρων ἐπιτάξιες:
ἡ Περσὶς δὲ χώρη μούνη μοι οὐκ εἴρηται δασμοφόρος:
2ἀτελέα γὰρ Πέρσαι νέμονται χώρην. οἵδε δὲ φόρον μὲν
οὐδένα ἐτάχθησαν φέρειν, δῶρα δὲ ἀγίνεον, Aἰθίοπες οἱ
πρόσουροι Aἰγύπτῳ, τοὺς Καμβύσης ἐλαύνων ἐπὶ τοὺς
μακροβίους Aἰθίοπας κατεστρέψατο, οἳ περί τε ‘νύσην τὴν
ἱρὴν
κατοίκηνται καὶ τῷ ‘διονύσῳ ἀνάγουσι τὰς ὁρτάς.
οὗτοι οἱ Aἰθίοπες καὶ οἱ πλησιόχωροι τούτοισι σπέρματι
μὲν χρέωνται τῷ αὐτῷ τῷ καὶ οἱ Καλλαντίαι ᾽Iνδοί
, οἰκή-
3ματα δὲ ἔκτηνται κατάγαια. οὗτοι συναμφότεροι διὰ τρίτου
ἔτεος
ἀγίνεον, ἀγινέουσι δὲ καὶ τὸ μέχρι ἐμεῦ, δύο χοίνικας
ἀπύρου χρυσίου καὶ διηκοσίας φάλαγγας ἐβένου καὶ πέντε
παῖδας Aἰθίοπας καὶ ἐλέφαντος ὀδόντας μεγάλους εἴκοσι,
4Κόλχοι δὲ &μτ;τὰ&ητ; ἐτάξαντο ἐς τὴν δωρεὴν καὶ οἱ προσεχέες
μέχρι Καυκάσιος ὄρεος (ἐς τοῦτο γἀρ τὸ ὄρος ὑπὸ Πέρσῃσι
ἄρχεται, τὰ δὲ πρὸς βορέην ἄνεμον τοῦ Καυκάσιος Περσέων
οὐδὲν ἔτι φροντίζει), οὗτοι ὦν δῶρα τὰ ἐτάξαντο ἔτι καὶ
ἐς ἐμὲ διὰ πεντετηρίδος ἀγίνεον
, ἑκατὸν παῖδας καὶ ἑκατὸν
5παρθένους. ᾽Aράβιοι δὲ χίλια τάλαντα ἀγίνεον λιβανωτοῦ
ἀνὰ τᾷν ἔτος. ταῦτα μὲν οὗτοι δῶρα πάρεξ τοῦ φόρου
98βασιλέϊ ἐκόμιζον. τὸν δὲ χρυσὸν τοῦτον τὸν πολλὸν οἱ
᾽Iνδοί, ἀπ᾽ οὗ τὸ ψῆγμα τῷ βασιλέϊ τὸ εἰρημένον κομίζουσι,
2τρόπῳ τοιῷδε κτῶνται. ἔστι τῆς ᾽Iνδικῆς χώρης τὸ πρὸς
ἥλιον ἀνίσχοντα ψάμμος
: τῶν γὰρ ἡμεῖς ἴδμεν, τῶν καὶ
πέρι ἀτρεκές τι λέγεται, πρῶτοι πρὸς ῶ καὶ ἡλίου ἀνα-
τολὰς οἰκέουσι ἀνθρώπων τῶν ἐν τῇ ᾽Aσίῃ ᾽Iνδοί
: ᾽Iνδῶν
3γὰρ τὸ πρὸς τὴν ῶ ἐρημίη ἐστὶ διὰ τὴν ψάμμον. ἔστι
δὲ πολλὰ ἔθνεα ᾽Iνδῶν καὶ οὐκ ὁμόφωνα σφίσι, καὶ οἱ μὲν
αὐτῶν
νομάδες εἰσί, οἱ δὲ οὔ, οἱ δὲ ἐν τοῖσι ἕλεσι οἰκέουσι
τοῦ ποταμοῦ καὶ ἰχθύας σιτέονται ὠμούς, τοὺς αἱρέουσι ἐκ
πλοίων καλαμίνων ὁρμώμενοι: καλάμου δὲ ἓξν γόνυ πλοῖον
4ἕκαστον ποιέεται. οὗτοι μὲν δὴ τῶν ᾽Iνδῶν φορέουσι
ἐσθῆτα φλοίνην: ἐπεὰν ἐκ τοῦ ποταμοῦ φλοῦν ἀμήσωνται
καὶ κόψωσι, τὸ ἐνθεῦτεν φορμοῦ τρόπον καταπλέξαντες
99ὡς θώρηκα ἐνδύνουσι. ἄλλοι δὲ τῶν ᾽Iνδῶν πρὸς ῶ
οἰκέοντες τούτων νομάδες εἰσί, κρεῶν ἐδεσταὶ ὠμῶν,
καλέονται δὲ Παδαῖοι. νομαίοισι δὲ τοιοισίδε λέγονται
χρᾷσθαι: ὃς ἂν κάμῃ τῶν ἀστῶν, ἤν τε γυνὴ ἤν τε ἀνήρ,
τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι,
φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι δια-
φθείρεσθαι
: ὁ δὲ ἄπαρνός ἐστι μὴ μὲν νοσέειν: οἱ δὲ οὐ
2συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται. ἥ δὲ ἂν
γυνὴ κάμῃ, ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες
ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι. τὸν γὰρ δὴ ἐς γῆρας ἀπι-
κόμενον θύσαντες κατευωχέονται. ἐς δὲ τούτου λόγον οὐ
πολλοί τινες αὐτῶν ἀπικνέονται
: πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον
100πίπτοντα πάντα κτείνουσι. ἑτέρων δέ ἐστι ᾽Iνδῶν ὅδε
ἄλλος τρόπος: οὔτε κτείνουσι οὐδὲν ἔμψυχον οὔτε τι σπεί-
ρουσι οὔτε οἰκίας νομίζουσι ἐκτῆσθαι, ποιηφαγέουσι δέ,
καὶ αὐτοῖσι ἔστι ὅσον κέγχρος τὸ μέγαθος ἐν κάλυκι, αὐτό-
ματον ἐκ τῆς γῆς γινόμενον, τὸ συλλέγοντες αὐτῇ τῇ
κάλυκι ἕψουσί τε καὶ σιτέονται. ὃς δ᾽ ἂν ἐς νοῦσον αὐτῶν
πέσῃ, ἐλθὼν ἐς τὴν ἔρημον κεῖται: φροντίζει. δὲ οὐδεὶς
101οὔτε ἀποθανόντος οὔτε κάμνοντος. μίξις δὲ τούτων τῶν
᾽Iνδῶν τῶν κατέλεξα πάντων ἐμφανής ἐστι κατά περ τῶν
προβάτων, καὶ τὸ χρῶμα φορέουσι ὅμοιον πάντες καὶ παρα-
2πλήσιον Aἰθίοψι. ἡ γονὴ δὲ αὐτῶν, τὴν ἀπίενται ἐς τὰς
γυναῖκας, οὐ κατά περ τῶν ἄλλων ἀνθρώπων ἐστὶ λευκή,
ἀλλὰ μέλαινα κατά περ τὸ χρῶμα: τοιαύτην δὲ καὶ Aὶθίοπες
ἀπίενται θορήν. οὗτοι μὲν τῶν ᾽Iνδῶν ἑκαστέρω τῶν
Περσέων
οἰκέουσι καὶ πρὸς νότου ἀνέμου καὶ ‘δαρείου
102βασιλέος οὐδαμὰ ὑπήκουσαν. ἄλλοι δὲ τῶν ᾽Iνδῶν Κασπα-
τύρῳ τε πόλι καὶ τῇ Πακτυϊκῇ χώρῃ εἰσὶ πρόσουροι
, πρὸς
ἄρκτου τε καὶ βορέω ἀνέμου κατοικημένοι τῶν ἄλλων
᾽Iνδῶν, οἳ Bακτρίοισι παραπλησίην ἔχουσι δίαιταν οὗτοι
καὶ μαχιμώτατοί εἰσι ᾽Iνδῶν καὶ οἱ ἐπὶ τὸν χρυσὸν στελλό-
μενοί εἰσι οὗτοι
: κατὰ γὰρ τοῦτό ἐστι ἐρημίη διὰ τὴν
2ψάμμον. ἐν δὴ ὦν τῇ ἐρημίῃ ταύτῃ καὶ τῇ ψάμμῳ γίνονται
μύρμηκες μεγάθεα ἔχοντες κυνῶν μὲν ἐλάσσονα, ἀλωπέκων
δὲ μέζονα
εἰσὶ γὰρ αὐτῶν καὶ παρὰ βασιλέϊ τῶν Περσέων
ἐνθεῦτεν θηρευθέντες
, οὗτοί ὦν οἱ μύρμηκες ποιεύμενοι
οἴκησιν ὑπὸ γῆν ἀναφορέουσι τὴν ψάμμον κατά περ οἱ ἐν
τοῖσι Ἕλλησί μύρμηκες κατὰ τὸν αὐτὸν τρόπον
, εἰσὶ δὲ
καὶ τὸ εἶδος ὁμοιότατοι
: ἡ δὲ ψάμμος ἡ ἀναφερομένη ἐστὶ
3χρυσῖτις. ἐπὶ δὴ ταύτην τὴν ψάμμον στέλλονται ἐς τὴν
ἔρημον οἱ ᾽Iνδοί, ζευξάμενος ἕκαστος καμήλους τρεῖς, σειρη-
φόρον μὲν ἑκατέρωθεν ἔρσενα παρέλκειν, θήλεαν δὲ ἐς μέσον
:
ἐπὶ ταύτην δὴ αὐτὸς ἀναβαίνει, ἐπιτηδεύσας ὅκως ἀπὸ
τέκνων ὡς νεωτάτων ἀποσπάσας ζεύξει
: αἱ γάρ σφι κάμηλοι
ἵππων οὐκ ἥσσονες ἐς ταχυτῆτά εἰσι, χωρὶς δὲ ἄχθεα δυνα-
103τώτεραι πολλὸν φέρειν. τὸ μὲν δὴ εἶδος ὁκοῖόν τι ἔχει
ἡ κάμηλος, ἐπισταμένοισι τοῖσι Ἕλλησι οὐ συγγράφω
:
τὸ δὲ μὴ ἐπιστέαται αὐτῆς, τοῦτο φράσω. κάμηλος ἐν
τοῖσι ὀπισθίοισι σκέλεσι ἔχει τέσσερας μηροὺς καὶ γούνατα
τέσσερα
, τά τε αἰδοῖα διὰ τῶν ὑπισθίων σκελέων πρὸς τὴν
104οὐρ ν τετραμμένα. οἱ δὲ δὴ ᾽Iνδοὶ τρόπῳ τοιούτῳ καὶ
ζεύξι τοιαύτῃ χρεώμενοι ἐλαύνουσι ἐπὶ τὸν χρυσὸν λελογι-
σμένως ὅκως [ἂν] καυμάτων τῶν θερμοτάτων ἐόντων ἔσονται
ἐν τῇ ρπαγῇ
: ὑπὸ γὰρ τοῦ καύματος οἱ μύρμηκες ἀφανέες
2γίνονται ὑπὸ γῆν. θερμότατος δέ ἐστι ὁ ἥλιος τούτοισι
τοῖσι ἀνθρώποισι τὸ ἑωθινόν, οὐ κατά περ τοῖσι ἄλλοισι
μεσαμβρίης, ἀλλ᾽ ὑπερτείλας μέχρι οὗ ἀγορῆς διαλύσιος.
τοῦτον δὲ τὸν χρόνον καίει πολλῷ μᾷλλον ἢ τῆ μεσαμβρίῃ
τὴν Ἑλλάδα, οὕτως ὥστε ἐν ὕδατι λόγος αὐτούς ἐστι
3βρέχεσθαι τηνικαῦτα. μεσοῦσα δὲ ἡ ἡμέρη σχεδὸν παρα-
πλησίως καίει τούς (τε) ἄλλους ἀνθρώπους καὶ τοὺς ᾽Iνδούς
.
ἀποκλινομένης δὲ τῆς μεσαμβρίης γίνεταί σφι ὁ ἥλιος
κατά περ τοῖσι ἄλλοισι ὁ ἑωθινός
. καὶ τὸ ἀπὸ τούτου
ἀπιὼν ἐπὶ μᾷλλον ψύχει, ἐς ὃ ἐπὶ δυσμῇσι ἐὼν καὶ τὸ
105κάρτα ψύχει. ἐπεὰν δὲ ἔλθωσι ἐς τὸν χῶρον οἱ ᾽Iνδοὶ
ἔχοντες θυλάκια, ἐμπλήσαντες ταῦτα τῆς ψάμμου τὴν
ταχίστην ἐλαύνουσι ὀπίσω: αὐτίκα γὰρ οἱ μύρμηκες ὀδμῇ,
ὡς δὴ λέγεται ὑπὸ Περσέων, μαθόντες διώκουσι. εἶναι
δὲ ταχυτῆτα οὐδενὶ ἑτέρῳ ὅμοιον
, οὕτως ὥστε, εἰ μὴ προ-
λαμβάνείν τοὺς ᾽Iνδοὺς τῆς ὁδοῦ ἐν ᾧ τοὺς μύρμηκας συλ-
2λέγεσθαι, οὐδένα ἄν σφεων ἀποσώζεσθαι. τοὺς μέν νυν
ἔρσενας τῶν καμήλων, εἶναι γὰρ ἥσσονας θέειν τῶν θηλέων,
[καὶ] παραλύεσθαι ἐπελκομένους, οὐκ ὁμοῦ ἀμφοτέρους
: τὰς
δὲ θηλέας ἀναμιμνησκομένας τῶν ἔλιπον τέκνων ἐνδιδόναι
μαλακὸν οὐδέν
. τὸν μὲν δὴ πλέω τοῦ χρυσοῦ οὕτω [οἱ]
᾽Iνδοὶ κτῶνται, ὡς Πέρσαι φασί: ἄλλος δὲ σπανιώτερός
ἐστι ἐν τῇ χώρῃ ὀρυσσόμενος.
106Aἱ δ᾽ ἐσχατιαί κως τῆς οἰκεομένης τὰ κάλλιστα ἔλαχον,
κατά περ ἡ Ἑλλὰς τὰς ὥρας πολλόν τι κάλλιστα κεκρημένας
2ἔλαχε. τοῦτο μὲν γὰρ πρὸς τὴν ῶ ἐσχάτη τῶν οἰκεομένων
ἡ ᾽Iνδική ἐστι, ὥσπερ ὀλίγῳ πρότερον εἴρηκα: ἐν ταύτῃ
τοῦτο μὲν τὰ ἔμψυχα, τετράποδά τε καὶ τὰ πετεινά, πολλῷ
μέζω ἢ ἐν τοῖσι ἄλλοισι χωρίοισί ἐστι, πάρεξ τῶν ἵππων
(οὗτοι δὲ ἑσσοῦνται ὑπὸ τῶν Μηδικῶν, ‘νησαίων δὲ καλευ-
μένων ἵππων
), τοῦτο δὲ χρυσὸς ἄπλετος αὐτόθι ἐστί, ὁ μὲν
ὀρυσσόμενος, ὁ δὲ καταφορεύμενος ὑπὸ [τῶν] ποταμῶν, ὁ δὲ
3ὥσπερ ἐσήμηνα ρπαζόμενος. τὰ δὲ δένδρεα τὰ ἄγρια
αὐτόθι φέρει καρπὸν εἴρια καλλονῇ τε προφέροντα καὶ ἀρετῇ
τῶν ἀπὸ τῶν ὀίων
: καὶ ἐσθῆτι ᾽Iνδοὶ ἀπὸ τούτων τῶν
107δενδρέων χρέωνται. πρὸς δ᾽ αὖ μεσαμβρίης ἐσχάτη ᾽Aραβίη
τῶν οἰκεομένων χωρέων ἐστί, ἐν δὲ ταύτῃ λιβανωτός τέ
ἐστι μούνῃ χωρέων πασέων φυόμενος καὶ σμύρνη καὶ κασίη
καὶ κινάμωμον καὶ λήδανον. ταῦτα πάντα πλὴν τῆς σμύρνης
2δυσπετέως κτῶνται οἱ ᾽Aράβιοι. τὸν μἔν γε λιβανωτὸν
συλλέγουσι τὴν στύρακα θυμιῶντες, τὴν ἐς Ἕλληνας Φοί-
νικες ἐξάγουσι: ταύτην θυμιῶντες λαμβάνουσι: τὰ γὰρ
δένδρεα ταῦτα τὰ λιβανωτοφόρα ὄφιες ὑπόπτεροι, σμικροὶ
τὰ μεγάθεα, ποικίλοι τὰ εἴδεα, φυλάσσουσι πλήθεϊ πολλοὶ
περὶ δένδρον ἕκαστον, οὗτοι οἵ περ ἐπ᾽ Aἴγυπτον ἐπιστρα-
τεύονται
. οὐδενὶ δὲ ἄλλω ἀπελαύνονται ἀπὸ τῶν δενδρέων
108ἢ τῆς στύρακος τῷ καπνῷ. λέγουσι δὲ καὶ τόδε ᾽Aράβιοι,
ὡς πᾷσα ἂν γῆ ἐπίμπλατο τῶν ὀφίων τούτων, εἰ μὴ γίνεσθαι
κατ᾽ αὐτοὺς οἷόν τι καὶ κατὰ τὰς ἐχίδνας πιστάμην γίνεσθαι
.
2καί κως τοῦ θείου ἡ προνοίη, ὥσπερ καὶ οἰκός ἐστι, ἐοῦσα
σοφή, ὅσα μὲν [νὰρ] ψυχήν τε δειλὰ καὶ ἐδώδιμα, ταῦτα
μὲν πάντα πολύγονα πεποίηκε, ἵνα μὴ ἐπιλίπῃ κατεσθιόμενα,
3ὅσα δὲ σχέτλια καὶ ἀνιηρά, ὀλιγόγονα. τοῦτο μέν, ὅτι
ὁ λαγὸς
ὑπὸ παντὸς θηρεύεται θηρίου καὶ ὄρνιθος καὶ
ἀνθρώπου, οὕτω δή τι πολύγονός ἐστι: ἐπικυίσκεται μοῦνον
πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί,
τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται, τὸ δὲ
4ἀναιρέεται. τοῦτο μὲν δὴ τοιοῦτόν ἐστι, ἡ δὲ δὴ λέαινα,
ἐὸν ἰσχυρότατον καὶ θρασύτατον, ἅπαξ ἐν τῷ βίῳ τίκτει ἕν:
τίκτουσα γὰρ συνεκβάλλει τῷ τέκνῳ τὰς μήτρας. τὸ δὲ
αἴτιον τούτου τόδε ἐστί: ἐπεὰν ὁ σκύμνος ἐν τῇ μητρὶ ἐὼν
ἄρχηται διακινεόμενος, ὁ δὲ ἔχων ὄνυχας θηρίων πολλὸν
πάντων ὀξυτάτους ἀμύσσει τὰς μήτρας, αὐξόμενός τε δὴ
πολλῷ μᾷλλον ἐσικνέεται καταγράφων: πέλας τε δὴ ὁ τόκος
109ἐστὶ καὶ τὸ παράπαν λείπεται αὐτέων ὑγιὲς οὐδέν. ὣς δὲ
καὶ αἱ ἔχιδναί τε καὶ οἱ ἐν ᾽Aραβίοισι ὑπόττεροι ὄφιες εἰ
ἐγίνοντο ὡς ἡ φύσις αὐτοῖσι ὑπάρχει, οὐκ ἂν ἦν βιώσιμα
ἀνθρώποισι
νῦν δὲ ἐπεὰν θορνύωνται κατὰ ζεύγεα καὶ ἐν
αὐτῇ ῇ ὁ ἔρσην τῇ ἐκποιήσι
, ἀπιεμένου αὐτοῦ τὴν γονὴν
ἡ θήλεα ἅπτεται τῆς δειρῆς
καὶ ἐμφῦσα οὐκ ἀνίει πρὶν [ἂν]
2διαφάγῃ. ὁ μὲν δὴ ἔρσην ἀποθνήσκει τρόπῳ τῷ εἰρημένῳ,
ἡ δὲ θήλεα τίσιν τοιήνδε ἀποτίνει τῷ ἔρσενι: τῷ γονέϊ
τιμωρέοντα ἔτι ἐν [τῇ] γαστρὶ ἐόντα τὰ τέκνα διεσθίει τὴν
μητέρα
, διαφαγόντα δὲ τὴν νηδὺν αὐτῆς οὕτω τὴν ἔκδυσιν
3ποιέεται. οἱ δὲ ἄλλοι ὄφιες ἐόντες ὰνθρώπων οὐ δηλήμονες
τίκτουσί τε ᾠὰ καὶ ἐκλέπουσι πολλόν τι χρῆμα τῶν τέκνων.
αἱ μέν νυν ἔχιδναι κατὰ πᾷσαν [τὴν] γῆν εἰσι, οἱ δὲ ὑπόπτεροι
ἐόντες ἀθρόοι εἰσὶ ἐν τῇ ᾽Aραβίῃ καὶ οὐδαμῇ ἄλλῃ: κατὰ
τοῦτο δοκέουσι πολλοὶ εἶναι
.
110Tὸν μὲν δὴ λιβανωτὸν τοῦτον οὕτω κτῶνται ᾽Aράβιοι,
τὴν δὲ κασίην ὧδε: ἐπεὰν καταδήσωνται βύρσῃσι καὶ δέρμασι
ἄλλοισι
πᾷν τὸ σῶμα καὶ τὸ πρόσωπον πλὴν αὐτῶν τῶν
ὀφθαλμῶν, ἔρχονται ἐπὶ τὴν κασίην: ἡ δὲ ἐν λίμνῃ φύεται
οὐ βαθέῃ, περὶ δὲ αὐτὴν καὶ ἐν αὐτῇ αὐλίζεταί κου θηρία
πτερωτά, τῇσι νυκτερίσι προσείκελα μάλιστα, καὶ τέτριγε
δεινόν, καὶ ἐς ἀλκ ν ἄλκιμα: τὰ δεῖ ἀπαμυνομένους ἀπὸ
111τῶν ὀφθαλμῶν οὕτω δρέπειν τὴν κασίην. τὸ δὲ δὴ κινά-
μωμον ἔτι τούτων θωμαστότερον συλλέγουσι
: ὅκου μὲν γὰρ
γίνεται καὶ ἥτις μιν γῆ ἡ τρέφουσά ἐστι, οὐκ ἔχουσι εἰπεῖν,
πλὴν ὅτι λόγω οἰκότι χρεώμενοι ἐν τοισίδε χωρίοισί φασί
2τινες αὐτὸ φύεσθαι ἐν τοῖσι ὁ ‘διόνυσος ἐτράφη. ὄρνιθας
δὲ λέγουσι μεγάλας φορέειν ταῦτα τὰ κάρφεα τἀ ἡμεῖς ἀπὸ
Φοινίκων μαθόντες κινάμωμον καλέομεν, φορέειν δὲ τὰς
ὄρνιθας ἐς νεοσσιὰς προσπεπλασμένας ἐκ πηλοῦ πρὸς
ἆποκρήμνοισι ὄρεσι, ἔνθα πρόσβασιν ἀνθρώπῳ οὐδεμίαν
3εἶναι. πρὸς ὦν δὴ ταῦτα τοὺς ᾽Aραβίους σοφίζεσθαι τάδε,
βοῶν τε καὶ ὄνων τῶν ἀπογινομένων καὶ τῶν ἄλλων ὑπο-
ζυγίων τὰ μέλεα διαταμόντας ὡς μέγιστα
κομίζειν ἐς ταῦτα
τὰ χωρία καί σφεα θέντας ἆγχοῦ τῶν νεοσσιέων ἀπαλλάσ-
σεσθαι
ἑκὰς αὐτέων: τὰς δὲ ὄρνιθας καταπταμένας [αὐτῶν]
τὰ μέλεα τῶν ὑποζυγίων ἀναφορέειν ἐπὶ τὰς νεοσσιάς, τὰς
δὲ οὐ δυναμένας ἴσχειν καταρρήγνυσθαι ἐπὶ γῆν
, τοὺς δὲ
ἐπιόντας συλλέγειν. οὕτω μὲν τὸ κινάμωμον συλλεγόμενον
112ἐκ τούτων ἀπικνέεσθαι ἐς τὰς ἄλλας χώρας. τὸ δὲ δὴ
λήδανον, τὸ καλέουσι ᾽Aράβιοι λάδανον, ἔτι τούτου θωμα-
σιώτερον γίνεται. ἐν γὰρ δυσοδμοτάτῳ γινόμενον εὐωδέ-
στατόν ἐστι
τῶν γὰρ αἰγῶν τῶν τράγων ἐν τοῖσι πώγωσι
εὑρίσκεται ἐγγινόμενον οἷον γλοιὸς ἀπὸ τῆς ὕλης. χρήσιμον
δ᾽ ἐς πολλὰ τῶν μύρων ἐστί, θυμιῶσί τε μάλιστα τοῦτο
᾽Aράβιοι
.
113Tοσαῦτα μὲν θυωμάτων πέρι εἰρήσθω, ἀπόζει δὲ τῆς
χώρης τῆς ᾽Aραβίης θεσπέσιον ὡς ἡδύ
. δύο δὲ γένεα ὀίων
σφι ἔστι θώματος ἄξια, τὰ ουδαμόθι ἑτέρωθι ἔστι: τὸ μὲν
αὐτῶν ἕτερον ἔχει τὰς οὐρὰς μακράς, τριῶν πήχεων
οὐκ ἐλάσσονας
, τὰς εἴ τις ἐπείη σφι ἐπέλκειν, ἕλκεα ἂν
ἔχοιεν ἀνατριβομένων πρὸς τῇ γῇ τῶν οὐρέων: νῦν δ᾽ ἅπας
τις τῶν ποιμένων ἐπίσταται ξυλοργέειν ἐς τοσοῦτον:
μαξίδας γὰρ ποιεῦντες ὑποδέουσι αὐτὰς τῇσι οὐρῇσι, ἑνὸς
ἑκάστου κτήνεος
τὴν οὐρὴν ἐπὶ μαξίδα ἑκάστην καταδέοντες.
τὸ δὲ ἕτερον γένος τῶν ὀιων τὰς οὐρὰς πλατέας φορέουσι
καὶ ἐπὶ πῆχυν πλάτος.
114Aποκλινομένης δὲ μεσαμβρίης παρήκει πρὸς δύνοντα
ἥλιον ἡ Aἰθιοπίη χώρη ἐσχάτη τῶν οἰκεομένων
: αὕτη δὲ
χρυσόν τε φέρει πολλὸν καὶ ἐλέφαντας ἀμφιλαφέας καὶ
δένδρεα πάυτα ἄγρια καὶ ἔβενον καὶ ἄνδρας μεγίστους καὶ
καλλίστους καὶ μακροβιωτάτους.
115Aὗται μέν νυν ἔν τε τῇ ᾽Aσίῃ ἐσχατιαί εἰσι καὶ ἐν τῇ
Λιβύῃ: περὶ δὲ τῶν ἐν τῇ Eὐρώπῃ τῶν πρὸς ἑσπέρην
ἐσχατιέων ἔχω μὲυ οὐκ ἀτρεκέως λέγειν
: οὔτε γἀρ ἔγωγε
ἐνδέκομαι ᾽Ἠριδανόν τίνα καλέεσθαι πρὸς βαρβάρων ποταμὸν
ἐκδιδόντα ἐς θάλασσαν τὴν πρὸς βορέην ἄνεμον
, ἀπ᾽ ὅτευ
τὸ ἤλεκτρον φοιτᾷν λόγος ἐστί, οὔτε νήσους οἶδα Κασσιτε-
2ρίδας ἐούσας, ὲκ τῶν ὁ κασσίτερος ἡμῖν φοιτᾷ. τοῦτο μὲν
γὰρ ὁ ᾽Ἠριδανὸς αὐτὸ κατηγορέει τὸ οὐνομα ὡς ἔστι Ἑλλη-.
νικὸν καὶ οὐ βάρβαρον, ὑπὸ ποιητέω δέ τινος ποιηθέν:
τοῦτο δὲ οὐδενὸς αὐτόπτεω γενομένου δύναμαι ἀκοῦσαι, τοῦτο
μελετῶν
, ὅκως θάλασσά ἐστι τὰ ἐπέκεινα τῆς Eὐρώπης.
ἐξ ἐσχάτης δ᾽ ὦν ὅ τε κασσίτερος ἡμῖν φοιτᾷ καὶ τὸ
116ἤλεκτρον. πρὸς δὲ ἄρκτου τῆς Eὐρώπης πολλῷ τι πλεῖστος
χρυσὸς φαίνεται ἐών. ὅκως μὲν γινόμενος, οὐκ ἔχω οὐδὲ
τοῦτο ἀτρεκέως εἶπαι, λέγεται δὲ ὑπὲκ τῶν γρυπῶν ρπάζειν
2᾽Aριμασποὺς ἄνδρας μουνοφθάλμους. πείθομαι δὲ οὐδὲ
τοῦτο, ὅκως μουνόφθαλμοι ἄνδρες φύονται, φύσιν ἔχοντες
3τὴν ἄλλην ὁμοίην τοῖσι ἄλλοισι ἀνθρώποισι. αἱ δὲ ὦν
ἐσχατιαὶ οἴκασι, περικληίουσαι τὴν ἄλλην χώρην καὶ ἐντὸς
ἀπέργουσαι, τὰ κάλλιστα δοκέοντα ἡμῖν εἶναι καὶ σπανιώτατα
ἔχειν αὐτά
.
117ἔστι δὲ πεδίου ἐν τῇ ᾽Aσίῃ περικεκληιμένον ὄρεϊ πάντοθεν,
διασφάγες δὲ τοῦ ὄρεός εἰσι πέντε: τοῦτο τὸ πεδίον ἦν μέν
κοτε Xορασμίων, ἐν οὔροισι ἐὸν Xορασμίων τε αὐτῶν καὶ
Ὑρκανίων καὶ Πάρθων καὶ Σαραγγέων καὶ Θαμαναίων,
2ἐπείτε δὲ Πέρσαι ἔχουσι τὸ κράτος, ἐστὶ τοῦ βασιλέος. ἐκ
δὴ ὦν τοῦ περικληίοντος ὄρεος τούτου ðέει ποταμὸς μέγας,
οὔνομα δέ οἱ ἐστι Ἄκης. οὗτος πρότερον μὲν ἄρδεσκε
διαλελαμμένος πενταχοῦ τούτων τῶν εἰρημένων τὰς χώρας,
διὰ διασφάγος ἀγόμενος ἑκάστης ἑκάστοισι, ἐπείτε δὲ ὑπὸ
3τῷ Πέρσῃ εἰσί, πεπόνθασι τοιόνδε: τὰς διασφάγας τῶν
ὀρέων ἐνδείμας ὁ βασιλεὺς πύλας ἐπ᾽ ἑκάστῃ διασφάγι
ἔστησε, ἀποκεκληιμένου δὲ τοῦ ὕδατος τῆς διεξόδου τὸ
πεδίον τὸ ἐντὸς τῶν ὀρέων πέλαγος γίνεται, ἐνδιδόντος μὲν
4τοῦ ποταμοῦ, ἔχοντος δὲ οὐδαμῇ ἐξήλυσιν. οὗτοι ὦν οἵ
περ ἔμπροσθε ἐώθεσαν χρᾷσθαι τῷ ὕδατι, οὐκ ἔχοντες αὐτῷ
χρᾷσθαι
συμφορῇ μεγάλῃ διαχρέωνται. τὸν μὲν γὰρ
χειμῶνα ὕει σφι ὁ θεὸς
ὥσπερ καὶ τοῖσι ἄλλοισι ἀνθρώποισι,
τοῦ δὲ θέρεος σπείροντες μελίνην καὶ σήσαμον χρηίσκονται
5τῷ ὕδατι. ἐπεὰν ὦν μηδέν σφι παραδιδῶται τοῦ ὕδατος,
ἐλθόντες ἐς τοὺς Πέρσας αὐτοί τε καὶ γυναῖκες, στάντες
κατὰ τὰς θύρας τοῦ βασιλέος βοῶσι ὠρυόμενοι, ὁ δὲ βασιλεὺς
τοῖσι δεομένοισι αὐτῶν μάλιστα ἐντέλλεται ἀνοίγειν τὰς
6πύλας τὰς ἐς τούτους φερούσας. ἐπεὰν δὲ διάκορος ἡ γῆ
σφεων γένηται πίνουσα τὸ ὕδωρ, αὗται μὲν αἱ πύλαι
ἀποκληίονται, ἄλλας δ᾽ ἐντέλλεται ἀνοίγειν ἄλλοισι τοῖσι
δεομένοισι μάλιστα τῶν λοιπῶν
. ὡς δ᾽ ἐγὼ οἶδα ἀκούσας,
χρήματα μεγάλα πρησσόμενος ἀνοιγει πάρεξ τοῦ φόρου
.
ταῦτα μὲν δὴ ἔχει οὔτω.
118Tῶν δὲ τῷ μάγῳ ἐπαναστάντων ἑπτὰ ἀνδρῶν ἔνα
[αὐτῶν] ᾽Iνταφρένεα κατέλαβε ὑβρίσαντα τάδε ἀποθανεῖν
αὐτίκα μετὰ τὴν ἐπανάστασιν
: ἤθελε ἐς τὰ βασιλήια
ἐσελθὼν χρηματίσασθαι τῷ βασιλέϊ: καὶ γὰρ δὴ καὶ ὁ νόμος
οὔτω εἶχε, τοῖσι ἐπαναστᾷσι τῷ μάγῳ ἔσοδον εἶναι παρὰ
βασιλέα ἄνευ ἀγγέλου
, ἢν μ γυναικὶ τυγχάνῃ μισγόμενος
2βασιλεύς. οὐκ ὦν δὴ ὁ ᾽Iνταφρένης ἐδικαίου οὐδένα οἱ
ἐσαγγεῖλαι
, ἀλλ᾽ ὅτι ἦν τῶν ἑπτά, ἐσιέναι ἤθελε: ὁ δὲ
πυλουρὸς καὶ ὁ ἀγγελιηφόρος οὐ περιώρων, φάμενοι τὸν
βασιλέα γυναικὶ μίσγεσθαι. ὁ δὲ ᾽Iνταφρένης δοκέων σφέας
ψεύδεα λέγειν ποιέει τοιάδε: σπασάμενος τὸν ἀκινάκεα
ἀποτάμνει αὐτῶν τά τε ὧτα καὶ τὰς ðῖνας, καὶ ἀνείρας περὶ
τὸν χαλινὸν τοῦ ἵππου περὶ τοὺς αὐχένας σφέων ἔδησε καὶ
119ἀπῆκε. οἱ δὲ τῷ βασιλέϊ δεικνύουσι ἑωυτοὺς καὶ τὴν αἰτίην
εἶπον δι᾽ ἥν πεπονθότες εἴησαν. ‘δαρεῖος δὲ ἀρρωδήσας
μὴ κοινῷ λόγῳ οἱ ἓξξ πεποιηκότες ἔωσι ταῦτα, μεταπεμπόμενος
ἕνα ἕκαστον ἀπεπειρᾷτο γνώμης, εἰ συνέπαινοί εἰσι τῷ
2πεποιημένῳ. ἐπείτε δὲ ἐξέμαθε ὡς οὐ σὺν κείνοισι εἴη
ταῦτα πεποιηκώς, ἔλαβε αὐτόν τε τὸν ᾽Iνταφρένεα καὶ τοὺς
παῖδας αὐτοῦ καὶ τοὺς οἰκηίους πάντας, ἐλπίδας πολλὰς
ἔχων μετὰ τῶν συγγενέων μιν ἐπιβουλεύειν οἱ ἐπανάστασιν,
3συλλαβὼν δέ σφεας ἔδησε τὴν ἐπὶ θανάτῳ.  δὲ γυνὴ τοῦ
᾽Iνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε
ἂν καὶ ὀδυρέσκετο
: ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν ‘δαρεῖον
ἔπεισε οἰκτῖραί μιν, πέμψας δὲ ἄγγελον ἔλεγε τάδε: ‘ὦ
γύναι, βασιλεύς τοι ‘δαρεῖος διδοῖ ἕνα τῶν δεδεμένων οἰκηίων
4ðύσασθαι τὸν βούλεαι ἐκ πάντων. ἡ δὲ βουλευσαμένη
ὑπεκρίνετο τάδε: Eἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν
5ψυχήν, αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν. πυθόμενος δὲ
‘δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον πέμψας γόρευε:
᾽Y γύναι, εἰρωτᾷ σε βασιλεὺς τίνα ἔχουσα γνώμην τὸν
ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα τὸν ἀδελφεὸν εἵλευ
περιεῖναί
τοι, ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ
6ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι. ἡ δ᾽ ἀμείβετο τοισίδε:
‘ὦ βασιλεῦ, ἀνὴρ μὲν ἄν μοι ἄλλος γένοιτο, εἰ δαίμων
ἐθέλοι, καὶ τέκνα ἄλλα, εἰ ταῦτα ἀποβάλοιμι: πατρὸς δὲ
καὶ μητρὸς οὐκέτι μευ ζωόντων
ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ
τρόπῳ γένοιτο. ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα.
7εὖ τε δ ἔδοξε τῷ ‘δαρείῳ εἰπεῖν ἡ γυνὴ καί οἱ ἀπῆκε τοῦτόν
τε τὸν παραιτέετο
καὶ τῶν παίδων τὸν πρεσβύτατον, ἡσθεὶς
αὐτῇ, τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας. τῶν μὲν δὴ ἑπτὰ
εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε
.

Return to GREK2320 Introductory Page.